Ancient Greek
[Περὶ βηχός.] to [Βοήθημα πρὸς νεφριτικούς.]
Pseudo-Galen, De remediis parabilibus [Περὶ βηχός.]-[Βοήθημα πρὸς νεφριτικούς.]
Not analysed yet
Μαράθρων τὰς ῥίζας τρίψας δὸς πιεῖν νήστει ἐπὶ ἡμέρας θ΄. καὶ θαυμάσεις. Μολόχην καὶ ἐλελισφάκου τὴν ῥίζαν λειώσας κατὰ λόγον καὶ βάλλε εἰς ἀγγεῖον μετὰ οἴνου καλοῦ καὶ ἀπὸ λουτροῦ χρῖε τοὺς πλοκάμους. Τοῦ βάτου ὁ χυλὸς ἐκπιεζόμενος καὶ χλιαινόμενος καὶ ἐνσταζόμενος εἰς τὸ οὖς παύει τὸν πόνον. Χρυσολάχανον κοπανήσας κοχλιάριον ἕν καὶ μέλι κοχλιάριον ἕν καὶ οἶνον θερμὸν δὸς νήστει. Εἰς τὸ δεξιὸν ὠτίον τοῦ ἐπικειμένου λεπτὴν φλέβα κόψον καὶ ἐξερχομένου τοῦ αἵματος θαυμάσεις, ἐὰν δὲ πονήσῃ σπλῆνα, ποίησον ὁμοίως εἰς τὸ ἀριστερόν. Ἀγνοκούκκια δίδου ἐσθίειν καὶ πίνειν καὶ οἴνου πρωῒ καὶ ὀψέ. ἄλλο. σελίνου σπόρον καὶ μακεδονίου καὶ ἐρεβίνθην καὶ ἀγνόκοκκα πάντα συντρίψας μετὰ οἴνου θερμοῦ δὸς πιεῖν. Εὐζώμου σπέρμα, καρδάμου σπέρμα, ῥαφάνου σπέρμα λειώσας ἕνωσον μετὰ μέλιτος Ἀττικοῦ καὶ δίδου δραχ. α΄. μετὰ οἴνου παλαιοῦ.