Ancient Greek · ~7 min
[Περὶ κεφαλαλγίας Βαρλαμὰ μοναχοῦ.] to [Περὶ σκωλήκων.]
Pseudo-Galen, De remediis parabilibus [Περὶ κεφαλαλγίας Βαρλαμὰ μοναχοῦ.]-[Περὶ σκωλήκων.]
Not analysed yet
Ἄλευρον κυάμινον λεῖον χειροπληθὲς καὶ μαστίχης ὁμοίως ὀλίγον σὺν κυμίνῳ ὀλιγοστῷ· δεῖ ἑνῶσαι μετὰ τοῦ ζωμοῦ τῶν κυδωνίων μήλων καὶ ποιῆσαι ἔμπλαστρον καὶ ἐπιθεῖναι τῷ μετώπῳ ἀπὸ μήνιγγος. Μύρον χριστὸν βάλλε εἰς τὸν οὐρητῆρα καὶ εὐθέως οὐρήσει· ἢ μέλι καὶ ἀγριοκάνναβον ἑνώσας ποίησον ὑπόθεμα καὶ θὲς ὑπὸ τὸν ἀφεδρῶνα, ἢ μόσχον θὲς ἐν τῷ οὐρητῆρι. Καννάβου φύλλα ξηράνας καὶ τρίψας ἐμφύσα εἰς τὸν ῥόθωνα, ἢ πάνην λινὸν καύσας μετ᾿ ὄξους δριμέος ἐμφύσα εἰς τὰς ῥῖνας. Ὄψον ψωμίου καὶ ἀμανητάριον ἀληθινὸν καὶ καρδὶδ, καύσας μετὰ οἴνου παλαιοῦ δὸς πιεῖν. Κρίνου ῥίζαν κρέμασον εἰς τὸ δένδρον καὶ στήκει ὁ καρπὸς αὐτοῦ καὶ μὴ πίπτει. Καρδίαν μετὰ τοῦ φλοιοῦ καὶ κέρας ἐλάφου καύσας μετὰ ἐλαίου ἄλειφε. Πήγανον καὶ θύμβραν μετὰ ὠοῦ καὶ κύμινον καὶ ἡδυόσμου τὰς ῥίζας δὸς πιεῖν. Πέπερι τρίψας μετὰ γυναικείου γάλακτος ἐπάλειφε καὶ ἰᾶται. Λεπίδια ὠῶν καὶ σηπίαν καὶ ἔλαιον μίξας ἀποτρίτωσον καὶ χλιάνας βάλλε εἰς τὸν τόπον. Κέρας ἐλάφου ῥηνίσας μετὰ οἴνου παλαιοῦ δὸς πιεῖν ἀπὸ λουτροῦ. Κορίανδρον καὶ ἡδύοσμον καὶ ὕδωρ μετὰ μέλιτος ἀποτριτώσας δός. Ἀφόδευμα χοίρου μετ᾿ ἐλαίου καὶ ὄξους δριμέος μίξας καὶ τὸν τόπον ἐκδείρας μετὰ τρίχινον πάνην ἐπάλειφε. Παλιουρέας ῥίζαν μετὰ οἴνου ἀποτρίτωσον καὶ δὸς πιεῖν ἀπὸ λουτροῦ. Ἀλόην καὶ στάχυν ἀνὰ μιλιαρίου ἑνὸς μίξας μετὰ οἴνου ἀπὸ λουτροῦ πότισον καὶ ἰᾶται. Αἰγὸς κοπρίαν μετὰ χαμαιδρύος πηλὸν ποιήσας ἄλειφε τὸ πρόσωπον. Ῥαφάνου σπόρον καὶ μάραθρον μετὰ μέλιτος δὸς πιεῖν. Πήγανον καὶ λινόσπερμα καὶ μάραθρον κατὰ τὴν καρδίαν θές. Λυπινάρια καὶ δαφνόκοκκα καὶ χολὴν ταύρου μίξας ἐπίθες εἰς τὸν ὀμφαλόν. Χελώνης καύκαλον ὑποκάπνισον. Ὠὰ ὀπτὰ, τοὺς κρόκους καύσας εἰς τηγάνην καὶ ἀποπλάσας ἄλειφε. Γάρος καὶ θεῖον ἄπυρον καὶ ἔλαιον ἄλειφε καὶ θαυμάσεις. Χρυσολαχάνου σπόρον καὶ μέλι καὶ κρόκον ταράξας εἰς τὸ κραββάτιον χρῖε καὶ ὠφελεῖ. Χαμαιλέοντος τὴν ῥίζαν βάλλε καὶ κνίδης τὰς κορυφὰς λειώσας ἐπίβαλλε.