Ancient Greek · ~1 min
[Περὶ μελισσῶν δήγματος.] to [Πρὸς τὰς ἀπὸ φλεβοτόμου γινομένας φλεγμονὰς καὶ σκληρίας τῶν βραχιόνων καὶ πυρακτώσεις καὶ θρομβώσεις.]
Pseudo-Galen, De remediis parabilibus [Περὶ μελισσῶν δήγματος.]-[Πρὸς τὰς ἀπὸ φλεβοτόμου γινομένας φλεγμονὰς καὶ σκληρίας τῶν βραχιόνων καὶ πυρακτώσεις καὶ θρομβώσεις.]
Not analysed yet
Χυλὸς μαλάχης τοὺς ὑπὸ μελισσῶν πληγέντας ἀπόνους ποιεῖ. Κέρας αἴγειον καύσας καὶ μετὰ ὄξους λειώσας κατάπλασον, ἢ καπνέαν φούρνου μετὰ μέλιτος κατάχριε, ἢ καλάμου ῥίζας καὶ ἐρεβίνθην καὶ φαιρία κυπαρίσσου καὶ κέρας ἐλάφου, κεκαυμένα τὰ πάντα λειώσας καὶ κενώσας πότισον σὺν ὄξει καὶ πράσῳ. Ζύμην σιτίνην μετὰ ἀξουγγίου μαλάξας ἐπιμελῶς χρῶ, δόκιμον γάρ ἐστι.