Ancient Greek · ~3 min
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΕΥΠΟΡΙΣΤΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ ΠΡΟΣΓΕΓΡΑΜΜΕΝΟΝ.
Pseudo-Galen, De remediis parabilibus [Πρὸς ὑδρωπικούς.]
Not analysed yet
Λαβὼν βόλβιτον, ἐὰν ἀνὴρ πάσχῃ, ἄῤῥενος· εἰ δὲ θήλεια, θηλείας καὶ βαλὼν εἰς χύτραν καινὴν καὶ πωμάσας περίπλασον πηλὸν τῷ πόματι, ὥστε μὴ διαπνεῖν, εἶτα λαβὼν τὴν χύτραν θὲς ἐπὶ τέφραν ἀσβέστου ἐπὶ ἡμέρας ζ΄. περὶ δὲ τὴν ὀγδόην ἀνοίξας ἔξελε τὸν βόλβιτον καὶ ποιήσας ξηρίον ἀπόθου ἐν ὑελίνῳ ἀγγείῳ, ἐπὶ δὲ τῆς χρείας δίδου κοχλιάρια γ΄. μετ᾿ οἴνου ἐπὶ ἡμέρας ζ΄. δέον δὲ τὸν οἶνον εἶναι ἀπεζεσμένον ἐν πηγάνῳ. τοῦτο τὸ πόμα ποιεῖ καὶ ἐὰν ὦσιν ὄγκοι καὶ οἰδήματα, ξηραίνει καὶ κενοῖ διὰ τῶν οὔρων· ὁ δὲ πάσχων μὴ πινέτω δι᾿ ὅλης τῆς ἡμέρας, εἰ μὴ τρία μόνον· δόκιμον γάρ ἐστι.