Ancient Greek · ~3 min
[Πρὸς βαρυηκοΐαν καὶ ἦχον ὤτων.] to [Πρὸς ῥῖγος.]
Pseudo-Galen, De remediis parabilibus [Πρὸς βαρυηκοΐαν καὶ ἦχον ὤτων.]-[Πρὸς ῥῖγος.]
Not analysed yet
Ἀφρὸν νίτρου εἰς ὄξος ἐμβαλὼν ἐπίσταξον ῥοδέλαιον καὶ οἶνον καὶ ἄλειφε τὰ ὀπίσθια τῆς κεφαλῆς. ἄλλο. ἐλλεβόρου μέλανος ῥίζαν ἔμβαλλε εἰς τὸ οὖς καὶ ὑγιαίνει. δόκιμον γάρ ἐστι. Κενταυρίου τὸ ἀπόζεμα ῥαινόμενον τοῖς κλήμασι. τοῦτο καὶ κύνας καὶ ἀλώπεκας καὶ πετεινὰ τοῦ οὐρανοῦ ἀποδιώκει. Ὀστοῦν ἐλάφου ὃ ἔχει ἐν τῇ καρδίᾳ αὐτοῦ, λαβὼν τρῖψον καὶ πότισον τὴν γυναῖκα καὶ ὄψει τὴν δόξαν τοῦ θεοῦ. Μελάνθιον τρίψας μετὰ γάρους δὸς πιεῖν. Φακὴν ἀπόρεξον εἰς τῶν ἀμφοτέρων τὸ οὖρον χωρὶς καὶ ὁποῖον φύσει, ἐκεῖνός ἐστιν ὁ ποιῶν παῖδα, καὶ τὸ μὴ φύων ἄπαις. Γράψον εἰς μῆλα τρία ἢ πεπώπουλα οὕτως, φησὸν, σαὸς δράος δάνονος δανάβιος, καὶ δίδου τρώγειν.