Ancient Greek · ~5 min
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΕΥΠΟΡΙΣΤΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ ΠΡΟΣΓΕΓΡΑΜΜΕΝΟΝ.
Pseudo-Galen, De remediis parabilibus [Κατασκευὴ γάρους Ἰωάχου τοῦ μαρτυροπολίτου.]
Not analysed yet
Λαβὼν ψωμίον ἄζυμον ἀνάρτυτον, σεσημμένον λίτρ. α΄. μελάνθιον τζιαρίκην α΄. ἡμίκλου συγκεκομμένον ἡδύοσμον, καλαμίνθην, βουνίσην ἄνυδρον, ἀνὰ ἡμίλιτρον· πήγανον τράμια μ΄. ἀγριοθύμβρον τράμια μ΄. μάραθρον τράμια μ΄. ἄνισον τράμια λ΄. ναναχουὰν τράμια μ΄. σταφίδας, μαύρας λιπαρὰς ἡμίλιτρον· φοινίκια καθαρὰ τζιαρίκην α΄. μέλι ἀληθινὸν, ἱλαροῦ μελισίου ἡμίλιτρον, σάκχαρ κάντιον τζιαρίκην α΄. ῥόδα ξηρὰ ἢ ῥοδόσταγμα τράμια ρ΄. ταῦτα δεῖ τίθεσθαι ἐν πίθῳ μετὰ ὕδατος καὶ τίθεσθαι ἐν ἡλίῳ ἡμέρας μ΄. σὺν αὐτοῖς δὲ δεῖ βάλλειν ἐν ὀθονίῳ καθαρῷ ξυλαλόην τράμια ε΄. στάχυν τράμια ζ΄. καρυόφυλλα τράμια β΄. κρόκον τράμια γ΄. μαστίχην τράμια ι΄. λίβανον τράμια ι΄. τρουτζίον φλοιὸν τράμια ιε΄. μόσχου τράμιον α΄. ἄμβαρ τάγκια β΄. βάλλε ὁμοῦ ὅλα ἐν τῇ ὀθόνῃ καὶ θὲς μέσον τοῦ χυλοῦ ἐν τῷ πίθῳ καὶ τὰς μ΄. ἡμέρας καθ᾿ ἑκάστην τρῖβε καὶ ἀποπιάνειν κρεμάμενον δηλονότι ἐν τῷ πίθῳ μέσον τοῦ χυλοῦ καὶ μετὰ μ΄. συνάγειν τὸ ὕδωρ τὸ ἐπάνω τοῦ χυλοῦ καὶ τιθεῖν εἰς ἕτερον ἀγγεῖον· τῷ δὲ χυλῷ τιθεῖν ἕτερον ὕδωρ ἡλιαζόμενα ἀμφότερα. μετὰ δὲ τὸ συναχθῆναι τὸν ζωμὸν ὅλον εἰς ἕτερον ἀγγεῖον, βαλὼν ἐν κακκαβίῳ γανωτῷ ἢ ἐν χύτρᾳ, καὶ ἀποτριτώσας, κυδώνια ὥριμα πληροῖς, τὴν δὲ ὀθόνην μηδέποτε ἄρῃς ἐκ μέσου τοῦ γάρους καὶ λάβῃς γάρος ἄριστον καὶ ὠφέλιμον ἐν πᾶσιν ἀνθρώποις.