Ancient Greek · ~7 min
[Πρὸς βιασμοὺς καὶ αἱμοῤῥοίας.] to [Ἐργαλεῖον νεφριτικόν.]
Pseudo-Galen, De remediis parabilibus [Πρὸς βιασμοὺς καὶ αἱμοῤῥοίας.]-[Ἐργαλεῖον νεφριτικόν.]
Not analysed yet
Κηκίδας ἀλέσας καὶ ῥοιᾶς φλοιὸν, τοὺς δὲ κόκκους κοπανήσας καὶ μίξας ἐλαίῳ σχιστῷ καὶ μέλιτι καὶ φυράσας, δὸς πρωῒ καὶ ὀψὲ ὡς κηκίδων μέλιτος. Λαβὼν πηγάνου, πεπέρεως, ζιγγιβέρεως, ἵσα λειώσας μεθ᾿ ὕδατος θερμοῦ δίδου, ἢ ἀρτεμισίαν κόψας καὶ σήσας δίδου, ἢ νίτρον καύσας καὶ λειώσας ἐγχυμάτισον. Ἐλάφου κέρας θὲς ἐπάνω πανίου καὶ ἐπάνω ἅψον κανδήλαν καὶ μὴ ἐπιλάθου τὴν ἡμέραν καὶ κατὰ χρόνον ἐπικαλοῦ τὸν ἅγιον Δημούσαριν καὶ Ἄρσον, φυλάξοντας τὰ κτήνη καὶ τὸν βίον σοῦ. Ῥάσδου ῥίζαν κοπανήσας βάλλε εἰς τὸ πλύμμα αὐτῶν. Τρίψας σκώληκας ἐκ γῆς, μετὰ τὸ φρύξαι ἐπίπασον. Σμύρναν καὶ ἀλόην τρίψας ἐπίπασον, ἢ ῥητίνην πεύκης, ἢ καὶ μαστίχην καὶ κισσοῦ δάκρυον ποιήσας ἔμπλαστρον ἐπίθες, ἢ τράγειον ἀξούγγιον ἄλειφε τὴν πληγὴν καὶ κέρας αἰγὸς μελαίνης ἐπίπασον. ἄλλο. κόστον στάχυν, κιννάμωμον, ζιγγίβερ, κύμινον ἐξ ἴσου τρίψας καὶ πίσσῃ φυράσας ἐπίθες, ἢ ὄψιν ἄρτου ξηρὰν τρίψας καὶ σὺν οἴνῳ καὶ ἐλαίῳ φυράσας ἐπίθες ἐπὶ ἡμέρας καθ᾿ ἑκάστην ἀλλάσσων. Σχίσας ὄφιν καὶ λαβὼν τὸ στέαρ αὐτοῦ ἄλειψον μετὰ ξύλου τὸ στεφάνιον τῶν ὀνύχων αὐτοῦ. Γράψον εἰς φύλλα δάφνης τὰ στοιχεῖα ταῦτα καὶ θὲς ὑποκάτω τῶν σωγιῶν αὐτοῦ μὴ νοοῦντος τοῦ ἀνακειμένου. ξστ΄. χστστ΄. φθ΄. Πηγάνου σπέρμα κρέμασον εἰς τὸ προσκεφάλαιον αὐτοῦ μὴ νοοῦντος καὶ οὐ φαντάζεται. Ὠῷ ἀρσενικὸν μίξας σχιστὸν καὶ πέπερι, κριθάλευρον καὶ δαφνόκοκκα καὶ κωνάρια καὶ δίδου. ἄλλο. σκόροδος κοκκία ζ΄. ἀρσενικοῦ σχιστοῦ καὶ πεπέρεως ἀνὰ κοκκία ιγ΄. βάμβικα, κωνάριον, κηρὸν ὀλίγον μίξας μετὰ κρόκου ὠοῦ λάβε συχνόν. Ἀρσενικὸν, πέπερι, τυρὸν, ἄσβεστον ζῶσαν ζυμώσας μετ᾿ ὄξους πρόπλασον. Γλήχωνος, ὀριγάνου, σαμψύχου, ἑρπύλλου, χαμαιμήλου, ἀψινθίον, κενταυρίου, δάφνης φύλλων, συκῆς ἀγρίας, πέπονος ὁμοῦ ἑψήσας μέλιτι σὺν ὕδατι, προανακόψας μέλιτι σὺν ἐλαίῳ καὶ ἅλατι ἐπίβαλλε ἐκ τοῦ ἀποζέματος τὸ ἀρκοῦν.