Ancient Greek · ~2 min
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΕΥΠΟΡΙΣΤΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ ΠΡΟΣΓΕΓΡΑΜΜΕΝΟΝ.
Pseudo-Galen, De remediis parabilibus [Πρὸς αἷμα ῥέον ἐκ μυκτήρων.]
Not analysed yet
Ὠοῦ φλοῦν ἀκέραιον καύσας καὶ ποιήσας στακτὴν μῖξον σὺν σχιστῷ ἀρσενικῷ καὶ βάλλε εἰς τὰς ῥῖνας τοῦ πάσχοντος· εἰ δὲ οὐκ ἔστιν ἀρσενικὸν, ἔστω ἡ στακτὴ μόνη τοῦ ὠοῦ. ἄλλο. τρίχας αἰγὸς θηλείας καύσας καὶ τρίψας, ὁμοίως καὶ σμύρναν τρίψας καὶ μίξας τὰ ἀμφότερα ἐμφύσησον εἰς τὰς ῥῖνας, εἰ μὲν ἀνδρὸς εἴη μετὰ χάρτου, εἰ δὲ γυναικὸς εἴη, μετὰ ἄλλου τινός. οἶον δὲ μέρος ἐκβάλει τὸ αἷμα, τὸ βυζὶν δῆσον.