Ancient Greek · ~6 min
[Πρὸς γλῶσσαν ῥευματιζομένην.] to [Τροχίσκος δυπνοϊκοῖς καὶ τοῖς βήσσουσι πολλοῦ χρόνου εἰς κάπνισμα.]
Pseudo-Galen, De remediis parabilibus [Πρὸς γλῶσσαν ῥευματιζομένην.]-[Τροχίσκος δυπνοϊκοῖς καὶ τοῖς βήσσουσι πολλοῦ χρόνου εἰς κάπνισμα.]
Not analysed yet
Φύλλα κυνάρων τρίψας μετὰ μέλιτος, ἄλειφε τὴν γλῶσσαν, ἢ φλεβοτόμησον τὴν φλέβα τοῦ μέρους, οὗ ῥέῃ, καὶ ὠφεληθήσεται. Σῦκα ἑψήσας ἐν ἑψήματι φοινίκων πτερῷ διάχριε καὶ διακρατείτω. Λινόσπερμα κοπανήσας μετὰ μέλιτος ἐπίθες. Πεπέρεως, εὐφορβίου, πυρέθρου ἀνὰ γο. α΄. καλάμων φύλλων ἁπαλῶν χυλὸν, μυοχόδου, ἐλαίου ἐξ ἀποκαύματος λειώσας πρόστριβε καὶ συνεχῶς ἐπιξύρα. Ἀφρόνιτρον λευκὸν βάλλε εἰς χλιαρὸν ὕδωρ, ἕως οὗ λυθῇ, καὶ βραχύ τι ἐλαίου ἐπίβαλλε καὶ παράσχου πιεῖν. Ἡδύοσμον κόψας καὶ σήσας καὶ μίξας ἐλαίῳ ῥοδίνῳ χρῖε τὰς ῥῖνας καὶ τὸ στῆθος. ἄλλο. φοίνικας Θηβαϊκὰς καὶ ἡδυόσμου κλῶνας ἑψήσας μεθ᾿ ὕδατος ὡσεὶ ποτηρίων β΄. μέχρι γλοιώδους συστάσεως, τὸ ἥμισυ πότισον. ἄλλο. φοινίκων βαλάνων λειῶν τὸ αὔταρκες κατ᾿ ὀλίγον παράσταξον οἴνου μυρτίνου καὶ ἀναλαβὼν δίδου μετ᾿ οἰνομέλιτος καὶ ὕδατος κοτύλης μιᾶς. Σχοίνου ἄνθος ἑψήσας μεθ᾿ ὕδατος πότισον. Ἡδύοσμον χλωρὸν, ἢ ξηρὸν μετὰ εὐκράτου πινέτω. πρὸς δὲ τὸ ἀλύπως σαμψύχου φύλλα δὸς πιεῖν καὶ ῥαφάνου σπέρμα δὸς φαγεῖν. ἐμέσει δὲ πλῆθος φλέγματος. Λαβὼν ἀλόης γο. στ΄. μαστίχης γο. β΄. ἀψινθίου χυλοῦ γο. β΄. κολοκυνθίδος γο. δ΄. ἡ δόσις κοκκία κθ΄. Φακὴν σὺν σπατητοῖς φοίνιξι καὶ οἴνῳ Μενδησίῳ πότισον ἑψητόν. Πολύγονον λειώσας εὖ μάλα, ἢ μῆλα, ἢ κυδώνια σὺν ὄξει ἑψηθέντα καὶ λειωθέντα μετὰ κηρωτῆς ῥοδίνης ἀναλαβὼν κατάπλασσε, ἢ ἀνδράχνην μετὰ κηρωτῆς ῥοδίνης ἀναλαβὼν, ἢ μυρσινίνης ἐπίθες. Λινοσπέρμου κοτύλας δ΄. ὕδατος κοτύλας ζ΄. ἑψήσας χρῶ, τοῦτο δὲ τὸ φάρμακον ποιεῖ ὑγείαν. οὐδὲν γὰρ ὁ ἀσθενὴς ἐπὶ τὸ χεῖρον ἀπελθὸν, ἀλλὰ ἐπὶ τὸ κρεῖττον. Καρδάμου γο. α΄. σινήπεως γο. α΄. ἀβροτόνου γο. α΄. πηγάνου ἀγρίου γο. α΄. σανδαράχης γο. α΄. λειώσας ὕδατι ποίει τροχίσκους καὶ χρῶ σπουδαίως.