Ancient Greek · ~7 min
[Πρὸς δύσπνοιαν καὶ αἵματος ἀναγωγάς.] to [Κατάπλασμα πρὸς πόνον ποδῶν ἀπὸ προσκρούσματος ἢ ἀπὸ καταπτώσεως, ἢ ἄλλης τινὸς δριμείας ὀδύνης.]
Pseudo-Galen, De remediis parabilibus [Πρὸς δύσπνοιαν καὶ αἵματος ἀναγωγάς.]-[Κατάπλασμα πρὸς πόνον ποδῶν ἀπὸ προσκρούσματος ἢ ἀπὸ καταπτώσεως, ἢ ἄλλης τινὸς δριμείας ὀδύνης.]
Not analysed yet
Θύμον μετὰ πεπέρεως κόψας καὶ λειώσας μέλιτι ποίει ἔκλειγμα καὶ χρῶ σπουδαίως. πάνυ γὰρ καλόν ἐστι. ἄλλο. πράσων κεφαλὰς μέλιτι συνεψήσας δίδου νήστει ἐσθίειν, ἢ πηγάνου ξηροῦ γο. δ΄. ἡδυόσμου ξηροῦ γο. δ΄. λῦσον μετὰ μέλιτος καὶ λάμβανε κεράτια β΄. εἰς κοίτην μετὰ εὐκράτου· ὠφελεῖ δὲ δυσπνοϊκοὺς καὶ πιστάκια ἐσθιόμενα. Λαβὼν συμφύτου δραχ. δ΄. μαστίχης κιῤῥᾶς δραχ. δ΄. λημνίας σφραγῖδος δραχ. β΄. βαλαυστίων δραχ. β΄· κόψας καὶ σήσας δίδου κοχλιάριον ἓν σὺν ὀξυμέλιτι πίνειν. Λαβὼν λημνίας σφραγῖδος γο. α΄. γῆς ἀστέρος γο. β΄. κοραλλίου γο. β΄. δίδου μετὰ ὀξυμέλιτος ἀκράτου κοτύλην α΄. πρωῒ καὶ ἑσπέρας τοῦτο χρῶ. ἄλλο. ἀκακίας κιῤῥᾶς, ἀμύλου ἰατρικοῦ ἴσα λειώσας δίδου πιεῖν μετὰ εὐκράτου κοχλιάρια ε΄. Λαβὼν ἀειζώου καὶ ἀνίσου φύλλα ε΄. ἢ ζ΄. ἀπόζεσον ἐλαίῳ ῥοδίνῳ καὶ χρῖε ἀπὸ κεφαλῆς ἕως πέλματος καὶ θαυμάσεις· ἢ πυρέθρου ῥίζαν λεάνας σὺν ἐλαίῳ σύγχρισον. τοῦτο γὰρ ἱδρῶτας κινεῖ καὶ τὰ χρόνια ῥίγη παύει καὶ τὰ κατεψυγμένα μέρη τοῦ σώματος, ἢ παρειμένα ἰᾶται. ἄλλο. δαφνίδας καὶ θύμον ἐν οἴνῳ τὰ ἀμφότερα λειώσας ἐπίχρισον καὶ περίβαλλε ἱματίοις καὶ ἱδρώσει. Λαβὼν καλαμίνθην καὶ κόψας καὶ σήσας ἐπίβαλλε ἐν τρυβλίῳ καὶ ἀναλαβὼν μέλιτι ἕψει ἕως δίκην καταπλάσματος καὶ ἐπιπλάσας λεπτῇ ὀθόνῃ ἐπίθες φασκιῶν, πεπείραται γὰρ παρὰ πολλοῖς. Ζιγγιβέρεως δραχ. δ΄. βράθυος δραχ. α΄. πεπέρεως λευκοῦ δραχ. α΄. δίδου μετ᾿ οἰνομέλιτος. ἄλλο. πίσσης ξηρᾶς, τηλεφίου, κολοφωνίας, μαστίχης, ὑέλου λευκοῦ ἴσα λείου καὶ ποίει ξηρίον καὶ προλούσας ἔτι θερμῶς ἔχοντος τοῦ χρωμένου ἐπιχρίσας ὑγρᾷ πίσσῃ, ἐπίπασον τὸ ξηρίον καὶ ἄνωθεν ἐπίθες καὶ δέσμει καλῶς. Ἀγριοσύκην κοπανήσας ἐκ τοῦ χυλοῦ τριβέσθω ἢ τῆς ῥίζης τὸν χυλὸν ἀνατριβέσθω ἐν βαλανείῳ. καὶ ἅλας καὶ περιστερᾶς κόπρον λειώσας μετ᾿ ἐλαίου ἐπίχριε. Ἅλατος ὀπτοῦ, ὀριγάνου, σποδὸν κληματίδων ἴσα λεκίθους ὠῶν β΄. ἢ γ΄. σὺν οἴνῳ μίξας κατάπλασον.