Ancient Greek
[Πρὸς κυνοδήκτους.] to [Πρὸς τραῦμα παρακολλᾷν.]
Pseudo-Galen, De remediis parabilibus [Πρὸς κυνοδήκτους.]-[Πρὸς τραῦμα παρακολλᾷν.]
Not analysed yet
Κνίδης σπέρμα καταπλασσόμενον, ἢ πρασίας μελαίνης τὰ φύλλα καταπλασσόμενα, ἢ μελισσόφυλλον σὺν οἴνῳ πινόμενον καὶ τοῖς δήγμασιν ἐπιτιθέμενον, ἢ σκόροδα καταπλασσόμενα καὶ ὀπτὰ ἐσθιόμενα καὶ πινόμενα. Ῥοδοδάφνης ῥίζαν περίαψον τὸν τράχηλον καὶ ἀπαλλαγήσεται. ἐὰν δὲ θέῃς πειρᾶσαι, ὅταν κύων μανῇ, ἐπίθες περὶ αὐτὸν καὶ εὐθέως ἀφίσταται τῆς μανίας. Λυσσοδήκτων τοῖς τραύμασι κράμβης φύλλα λεῖα μετὰ σιλφίου καὶ ὄξους ἐπιτιθέσθω. καθ᾿ ἑαυτὴν γὰρ λυττῶντος κυνὸς δῆγμα ὠφελεῖ καὶ τὸ ἀφέψημα αὐτῆς πινόμενον, ἑφθὴ δὲ κράμβη προτρωγομένη φθισικοὺς θεραπεύει καὶ τὰς περὶ τὴν ἀρτηρίαν διαθέσεις ἰᾶται. λειοτριβηθεῖσα δὲ καὶ καταπλασθεῖσα ἐπὶ σπληνὸς τοῦτο ὑπεκτήκει. Λεύκη ξηρὰ μέλιτι λειωθεῖσα καὶ ἐπιχρισθεῖσα τῷ τραχήλῳ, ἢ καρδάμου σπόρον καὶ κόπρον περιστερᾶς σὺν μέλιτι ἐμπλασσόμενα σὺν μέλιτι χλιαρῷ ἀναγαργάριζε, ἢ κυνείαν λευκὴν λεάνας μετὰ ὄξους ἐπίχριε εἰς τὸν τράχηλον. Κισσοῦ τῶν φύλλων ὁ χυλὸς χλιαρὸς ἐγχυματιζόμενος τοῖς ῥώθωσιν, ἢ καλαμίνθης χυλὸς ὁμοίως χλιαρὸς ἐγχεόμενος, ἢ σμύρνα λειωθεῖσα σὺν γάλακτι γυναικείῳ καὶ ἐγχεομένη. Ἀκακίαν σὺν ὄξει λειώσας ἔγχεε τοῖς ῥώθωσιν. ἄλλο. λαβὼν ὄξος σὺν ἅλατι βάλλε ἐν χύτρᾳ ἢ ἐν τρυβλίῳ καὶ βαλὼν ἔρια ἔμβρεχε ἐν αὐτῇ καὶ χλιάνας αὐτὰ ὅσον ἔχει δέχεσθαι ἐπίθες εἰς τὴν κεφαλὴν καὶ συντόμως κέλευε σκεπάζεσθαι πλείστοις σκεπάσμασι. Θύμον καὶ ὀρίγανον ἀναλαβὼν μέλιτι ποίει τροχίσκους καὶ δίδου διαμασᾶσθαι. Βδέλλιον σὺν οἴνῳ πινόμενον ὁμοίως καὶ ὕδατι, ἢ καρπὸς βαλσάμου σὺν ὕδατι πινόμενος, ἢ σὺν μέλιτι ἐκλειχόμενος, ἢ ἀριστολοχίας ῥίζα σὺν ὕδατι πινομένη, ἢ πήγανον σὺν μελικράτῳ πινόμενον. Πέπονος ἡμέρου ὁ χυλὸς συγχριόμενος, ἢ κολοκύνθης ξυσμάτων ὁ χυλὸς συγχριόμενος καὶ ῥόδα μετ᾿ ἐλαίου, ἢ ἀρνόγλωσσον καταπλασσόμενον. Ῥόδινον ἀλείψας κατάπλασον, σελινόκοκκον τριπτὸν καὶ ἐπίθες εἰς τὴν καρδίαν αὐτοῦ στυππεῖον ὡς τροχὸν καὶ ἐπίχεε τὸν κρόκκον τοῦ ὠοῦ καὶ σκέπασον αὐτὸν νεφελίᾳ, καὶ ἐὰν γένηται σκορπισμὸς τοῦ ὠοῦ, γίνωσκε θάνατον. τοῦτο λέγεται αὐτὴ ἡ ψυχὴ ποιεῖν. Ἀγρώστεως ῥίζα λεῖα καταπλασσομένη ὡς ξηρίον, ἢ σιδηρίτιδος βοτάνης τὰ φύλλα ἐπιπλασσόμενα.