Ancient Greek · ~7 min
[Πρὸς συνάγχην.] to [Πρὸς πόνον ἡμικρανίον.]
Pseudo-Galen, De remediis parabilibus [Πρὸς συνάγχην.]-[Πρὸς πόνον ἡμικρανίον.]
Not analysed yet
Αἰγεία κόπρος σὺν μέλιτι ἀναγαργαριζέσθω, ἢ πηγάνου χυλὸν ἀνοίξας τὸ στόμα ἐπίκλυζε τὸν φάρυγγα. Ὕσσωπον ἑψήσας μετὰ σύκων καὶ μέλιτος καὶ πηγάνου μετὰ ὕδατος δὸς ἀναγαργαρίζεσθαι. Τραγάκανθα ἀποβραχεῖσα ἐν οἴνῳ καὶ ποθεῖσα φωνὴν λαμπρύνει. Στύρακα λειώσας μετὰ ὕδατος ποίει καταπότια ἴσα ἐρεβίνθου καὶ δίδου τρία καὶ εὐθέως λαλήσει. Ἀγχούσης φύλλα σὺν ἀλφίτοις καταπλασσόμενα, ἢ ἀνδράχνης φύλλα σὺν ἀλφίτοις καταπλασσόμενα, ἢ κράμβης φύλλα καταπλασσόμενα, ἢ καλάμου φύλλα χλωρὰ λέανον καὶ κατάπλασον· ἢ βάτου φύλλα καταπλασσόμενα, ἢ ῥάμνου καὶ ῥόδων φύλλα καταπλασσόμενα. Πολυποδίου ῥίζα μιγνυμένη μετὰ ἑψήματος καὶ ἐσθιομένη, ἢ ῥαφάνου σπέρμα σὺν ὕδατι πινόμενον, ἢ σκορόδου τρωγόμενον, ἢ πτελέας ῥίζα σὺν μελικράτῳ πινομένη, ἢ συκαμίνου ῥίζης ὁ φλοιὸς σὺν ὕδατι ἑψηθεὶς καὶ ποθεὶς, ἢ μελάνθιον πινόμενον καὶ καταπλασσόμενον, ἢ κράμβης σπέρμα σὺν ὕδατι πινόμενον, ἢ ἡδυόσμου χυλὸς πινόμενος, ἢ κάρδαμος μετὰ ἡδυόσμου πινόμενος. Καννάβεως σπέρμα ξηρὸν κόψας καὶ σήσας, ὕδατι μίξας καὶ χυλῶδες ποιήσας καὶ ῥάκει καθαρῷ ἀποπιάσας δὸς πιεῖν· ἢ βόλβιτον ξηρὸν καύσας καὶ ποιήσας ξηρίον ἐξ αὐτοῦ δὸς πιεῖν δραχ. α΄. μετ᾿ οἴνου. Λαβὼν νίτρου, καρδάμου, πεπέρεως ἀνὰ γο. α΄. ποιήσας ξηρίον δίδου κοχλιάριον α΄. μετ᾿ οἴνου. Κάγχρυος σπέρμα μετ᾿ ἐλαίου συγχριόμενον, ἢ πύρεθρον μετὰ ἐλαίου θερμανθὲν καὶ ἐπιχρισθὲν πρὸ μιᾶς ὥρας τῆς ἐπισημασίας. Ἔλαιον κινναμομέλαιον, χαμαιμήλινον, ὄξος, νίτρον ἅμα φύλλοις δάφνης καλῶς συνεψήσας χρῖε τὸν κάμνοντα καὶ σκεπάσας ἐπιεικῶς αὐτίκα ἱδρώσει. Λαβὼν βουτύρου μέτρα δύο, μέλιτος μέτρον α΄. μίξας καὶ χλιάνας χρῶ. ἄλλο. λαβὼν θρίδακος φύλλων χυλοῦ μέτρον α΄. ἐλαίου κοινοῦ μέτρα β΄. μίξας καὶ ἀνασκέψας ἐπιμελῶς σύγχρισον ὅλον τὸ σῶμα. δόκιμον γάρ ἐστιν. ἄλλο. λαβὼν ἀρτεμισίας χυλοῦ μέτρον α΄. ῥοδίνου μέτρα β΄. μίξας χρῶ. Στρύχνου χυλὸς μετ᾿ ἐλαίου συγχριόμενος πάνυ ὠφελεῖ. ἄλλο. σινήπεως σπέρμα μετὰ μέλιτος κατάπλασον. ἄλλο. πηγάνου ἡμέρου σὺν ὄξει καὶ ῥοδίνῳ ἑψηθέντος καταχριομένου.