Ancient Greek · ~7 min
[Πρὸς λεπριῶντας ὄνυχας θειότατον βοήθημα.] to [Πρὸς ἀνορεκτοῦντας.]
Pseudo-Galen, De remediis parabilibus [Πρὸς λεπριῶντας ὄνυχας θειότατον βοήθημα.]-[Πρὸς ἀνορεκτοῦντας.]
Not analysed yet
Ὄνυξιν ἀποσπασθεῖσιν ἀπὸ προπτώματος καὶ εἰς παρωνυχίαν ὄχαρ λειώσας καὶ ξηρίον ποιήσας ἐπίπασον. ὄνυχας δὲ λεπρώδεις καθαρίσεις, εἰ θεῖον ἄπυρον καὶ κρόκον ὠοῦ ἴσα μίξας μετ᾿ ὄξους καὶ ἐπιθήσεις. Λιθαργύρου γο. β΄. κρόκου γο. β΄. ὠῶν ὀπτῶν λεκίθους γο. δ΄. ῥοδίνου τὸ ἀρκοῦν. ἄλλο. ὀθόνιον καύσας τὴν σποδιὰν ῥοδίνῳ μίξας καὶ κηρῷ καὶ ἀγχούσῃ ἑνώσας χρῶ. Σώρεως, χαλκάνθου, στυπτηρίας, χαλκίτεως, μίσυος, γύψουκόμμεως, ἀνὰ δραχ. η΄. λειώσας χρῶ. πάνυ γὰρ καλόν ἐστι καὶ πεπείραται ἄλλο. χαλκίτεως δραχ. στ΄. ῥητίνης φρυκτῆς δραχ. δ΄. μάννης δραχ. β΄. ξηρῷ χρῶ. Λιβάνου ἄῤῥενος, ζιγγιβέρεως, ἀλόης, θείου ἀπύρου, ἀνὰ δραχ. β΄. ὄξει ἀναλαβὼν χρῖε πτερῷ, προτρίψας ῥάκει ἐξ ἐρίου. ἄλλο. ἀμμωνιακοῦ θυμιάματος, ἀλκυονίου, θείου ἀπύρου ἴσα λειώσας χρῶ. Ἀλκυονίου κεκαυμένου καὶ λειωθέντος σὺν μέλιτι καὶ ἀλεύρῳ μίξας σμήχου. ἄλλο. λυσσομούμουδον λειώσας μετ᾿ ὄξους χρῖε ἐν ἡλίῳ, ἢ ἄνθος κεράμων λειοτριβήσας μετ᾿ ὄξους, εἶτα τρίψας τὸν τόπον ῥάκει, ἕως ἐρυθρὸν γένηται, χρῖε ἐν ἡλίῳ. Βούτυρον σαπωνίῳ μίξας κατάχριε. Λαβὼν ἄσαρον μετὰ γλήχωνος δὸς πιεῖν. Λαβὼν σκαμμωνίας δραχ. β΄. ἢ τρία, μαστίχης δραχ. γ΄. σελίνου σπέρμα δραχ. β΄. πολυποδίου δραχ. δ΄. κινναμώμου δραχ. α΄. ζύμης καθαρᾶς λίτραν μίαν, τὰ ξηρία ἐπίβαλλε καὶ μάλασσε ἐπιμελῶς. Μελάνθιον καὶ χάλκανθον θυμίασον. Χαλβάνην καὶ κέρας ἐλάφου καὶ ὄνυχας αἰγὸς καὶ ῥίζαν κρίνου θυμίασον· ἐπὶ δὲ τοῦ δήγματος τοῦ ὄφεως ἅλας καὶ πράσον κατάπλασον. Σικύου ἀγρίου φύλλα ζέσας ῥαῖνε εἰς τὴν οἰκίαν. Ὄστρεα κολυμβάδων ἐλαιῶν θλάσας περιϊστάμενος κάπνιζε ἐπὶ ἡμέρας ε΄. Καλάμου ῥίζαν παύσας τὴν τέφραν ἐπίθες. Ὀρτύγων ἐγκέφαλον μετὰ μυρσίνου μύρου λειώσας ἀπόθου ἐν ἀγγείῳ κασσιτερινῷ, καὶ ὅταν ἴδῃς πεσόντα ἀπὸ τῆς ἐπιληψίας, περίχριε τὸ πρόσωπον, καὶ θαυμάσεις τὴν ἐνέργειαν τοῦ φυσικοῦ τούτου βοηθήματος· καὶ γὰρ ἀναστήσεται ὁ νοσῶν παραυτίκα. Σμύρναν, λίβανον, ἀμμωνιακὸν, μαστίχην μετὰ λευκοῦ ὠοῦ λειώσας ἐπὶ πλείστην ὥραν περίχριε τὸ στῆθος καὶ τὰ σπλάγχνα καὶ ἐπίθες στυππεῖα.