Ancient Greek · ~2 min
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΕΥΠΟΡΙΣΤΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ ΠΡΟΣΓΕΓΡΑΜΜΕΝΟΝ.
Pseudo-Galen, De remediis parabilibus [Πρὸς πρήσματα ποδῶν καὶ ῥαγάδας καὶ πτέρνας.]
Not analysed yet
Μιλτάριον ἤτοι συνωπίδα καὶ κιμωλίαν τὸ ἴσον μετὰ χυλοῦ ἀγριοσύκης χρῖε. ἄλλο. κισσὸν καὶ καλαμίνθην καὶ ἅλας συνεψήσας ὕδατι καλῶς νίπτε τοὺς πόδας ἅπαξ καὶ δὶς καὶ ἀποπρίσκονται. ἄλλο. ποιήσας ἅλμην δασεῖαν μετὰ θερμοῦ ἄντλει τοὺς πόδας καὶ τὰς πτέρνας τρίτον, ἅλας καὶ κύμινον καὶ ἐμβαλὼν ἔλαιον ἀνάλαβε, καὶ προαλείψας τοὺς πόδας κατάχρισον καλῶς· καὶ διὰ τῶν ἀδήλων πόρων ἐξέρχεται ἡ ὕλη.