Ancient Greek · ~2 min
[Πρὸς τὸ στῆσαι αἷμα.] to [Πρὸς πόνον ὀφθαλμῶν.]
Pseudo-Galen, De remediis parabilibus [Πρὸς τὸ στῆσαι αἷμα.]-[Πρὸς πόνον ὀφθαλμῶν.]
Not analysed yet
Βερονίκην μέλιτος ἀκάπνου πληρώσας δὸς φαγεῖν· καὶ κράμβης σπέρμα καὶ βασιλικοῦ σπέρμα τρίψας ἀνὰ κόκων στ΄. μετὰ οἴνου δὸς πιεῖν γυναικὶ ὑπὸ πολλοῦ αἵματος πασχούσῃ. Ἰτέας ἁπλᾶ φύλλα κόψας ἐπίχριε. καὶ ἐὰν ῥόδινον γένηται, ζῇ· εἰ δὲ χλωρὸν, τελευτᾷ. Τὸ εὔζωμον οἱ ἱερεῖς ἐσθίουσι καὶ τὸ πήγανον καὶ τὸ ἄγνον· τὸ οὖν σπέρμα τοῦ εὐζώμου σὺν μέλιτι, νήστει καὶ σὺν τήλει χριόμενον οὐκ ἐᾷ ὀρθοῦσθαι. Κρόκον συντρίψας καὶ ἀναζυμώσας μετὰ ῥοδοστάγματος ἐπάλειφε.