Ancient Greek · ~7 min
[Εἰς τὸ μεθύειν ἐξ ἑνὸς ποτηρίου.] to [Περὶ πηγάνου.]
Pseudo-Galen, De remediis parabilibus [Εἰς τὸ μεθύειν ἐξ ἑνὸς ποτηρίου.]-[Περὶ πηγάνου.]
Not analysed yet
Κληματίδων ἀμπέλων χλωρῶν ἢ ξηρῶν μικρὸν καύσας ἀπόσβεσον ἐν τῇ φιάλῃ ἔνθα ἐστὶν ὁ οἶνος, καὶ εὐθέως μεθύσει. Δαφνίδων τὸ ἐντὸς λειώσας μετὰ μέλιτος ἐπίχριε, ἢ στρόβιλον μέλιτι συνεψήσας ἐπίχριε τοὺς ὀφθαλμούς. Τὸ τῶν χαλκέων ὕδωρ, εἰς ὃ τὸν σίδηρον ἀποσβεννύουσι, θερμάνας πρόκλυζε. εἶτα οὕτως κοχλίαν καύσας καὶ ποιήσας ξηρίον ἐπίπασον. Ῥόδων ἄνθη λεάνας μετὰ μέλιτος ἔγχριε, ἢ ἐγκέφαλον προβάτου μετὰ μέλιτος ἔγχριε, ἢ βούτυρον μετὰ μέλιτος. Σήσαμος λειωθεὶς μετὰ γλυκέος καὶ πινόμενος, ἢ πτισάνη ἑφθὴ σὺν μαράθρῳ ῥοφουμένη, ἢ κάρδαμον μετὰ κράμβης πινόμενον. Ἅλμην κατάντλα καὶ φακὴν ἑφθὴν καὶ ψίχια καὶ ῥόδινον λειώσας κατάπλαττε. Μολίβδιν ἑψήσας μετὰ θείου καὶ ὄξους ὀλίγου καὶ ἐλαίου περίχριε τὸν τόπον. ἄλλο. κάρυα παλαιὰ σεσηπότα λειώσας ἔμβαλλε εἰς τρυβλίον καὶ χρῖε. ἄλλο. ὄξος πότιζε καὶ ἐλάφου κέρας καύσας κατάπλασον, ἢ λιθάργυρον καὶ ὄξος καὶ ἔλαιον μίξας χρῖε εἰς ἤλιον. Βούγλωσσον βοτάνην ἀνάσπασον καὶ κόψας τὰς ῥίζας πλῦνον καλῶς καὶ ὁλμοκοπήσας πρόσπλεξον χοίρειον ἀξούγγιον καὶ μαλάξας καλῶς ἐπίθες τῷ τραύματι. Σελίνων ῥίζας ε΄. μαράθρου ῥίζας τρυφερὰς δ΄. ἀνίσου δραχ. α΄. ὄξος καὶ μέλι καὶ κρόκος ἀληθινὸς, ἑψείσθωσαν πάντα χωρὶς τοῦ κρόκου καὶ μετὰ τὴν ἕψησιν ἐμβληθήτω ὁ κρόκος καὶ δοθήτω ἥμισυ φιάλης. Ἐλαῖαι μαῦραι διαμασώμεναι, ἢ ἀγριοσταφίδες ἐν ὄξει ἑψηθεῖσαι καὶ διακλυζόμεναι. Πλῦνον αὐτὰς πρῶτον μετ᾿ οἰνομέλιτος, εἶθ᾿ οὕτως ἔμβαλλε χολὴν βοείαν καὶ λαγωοῦ ἀφόδευμα, ἢ τὸ διὰ σάπωνος, ἢ πηγάνου χυλὸν ἔνσταξον εἰς τὰς ὀπὰς, ἢ ἀριστολοχίαν τρίψας γέμισον ἐν αὐταῖς τὰς τρυπὰς μετ᾿ ὄξους. Τὸ πήγανον πρῶτον μὲν ἐσθιόμενον καὶ πινόμενον ὀξυδορκίαν ποιεῖ καὶ συνουσίας ἀποστρέφει, πόνον δὲ κεφαλῆς ἰᾶται, εἴ τις τοῖς ἁπαλοῖς τῆς κεφαλῆς τὰ ὀστᾶ ἐμφράσσει. ἑνωθεὶς δὲ χυλὸς τοῦ πηγάνου μετὰ χυλοῦ μαράθρου καὶ μέλιτος καὶ καταχριόμενος ἀμβλυωπίας ἰᾶται· τὸ αὐτὸ ποιεῖ καὶ ὁ χυλὸς τοῦ καρποῦ τῆς ῥάμνου μετ᾿ οἰνομέλιτος χριόμενος, καὶ ἡδύοσμον μετ᾿ ἀλφίτου καταπλασθὲν ἰᾶται ἀποστήματα.