Ancient Greek
15
Pseudo-Galen, De Succedaneis Liber 15
Not analysed yet
Ἀντὶ οἰνάνθης χυλοῦ, χυλὸς ἀμπελίνου βλαστοῦ ἢ δένδρου ἢ ξηρὸς ὄμφαξ. ἀντὶ οἰνάνθης χυλοῦ, ἀμπελόξυλον. ἀντὶ οἴνου Ἰταλικοῦ, οἶνος Μενδήσιος. ἀντὶ οἴνου Ῥοδίου, αὐστηρὸς οἶνος. ἀντὶ οἴνου Συριακοῦ, οἶνος Ῥόδιος. ἀντὶ ὀμφακίου, ῥοῦ χυλός. ἀντὶ ὄμφακος, σίδια ἢ κικὶς ὀμφακίτις. ἀντὶ ὀνοκαρδίου, ψύχα βοτάνη. ἀντὶ ὀποῦ βαλσάμου, δάδινον, σμύρνης στακτὴ, ὀπὸς καρπάσου, καρπὸς βαλσάμου. ἀντὶ ὀποῦ Θήβης, ὀπὸς μήκωνος. ἀντὶ ὀποῦ ἰτέας, ὀπὸς κισσοῦ μέλανος. ἀντὶ ὀποῦ καρπάσου, ὀπὸς μυρσίνης. ἀντὶ ὀποῦ Κυρηναϊκοῦ, ὀπὸς Συριακὸς, λάσαρος ἢ μόσχου μυελὸς ἢ ὀπὸς σιλφίου. ἀντὶ ὀποῦ μήκωνος, μανδραγόρου χυλός. ἀντὶ ὀποῦ μορέας, κισσοῦ ὀπός. ἀντὶ ὀποπάνακος, καστόριον, γάλα συκαμίνου, ὑγρόπισσα. ἀντὶ ὀποῦ Περσικοῦ, κισσός. ἀντὶ ὀποῦ πευκεδάνου, γλυκυρίζης χυλός. ἀντὶ ὀποῦ πευκίνου, γλευκυρίζα. ἀντὶ ὀποῦ ῥοδοδάφνης, ἰξὸς δρύϊνος. ἀντὶ ὀποῦ συκῆς, ὀπὸς μορέας. ἀντὶ ὀποῦ Συριακοῦ, ὀπὸς μορέας. ἀντὶ ὀρμίνου, λινόσπερμον. ἀντὶ ὀρνιθογάλων, ἀνθυλλίς. ἀντὶ ὀρύζης, κρίθινον ἄλευρον ἢ κριθάλευρον. ἀντὶ ὀστρέων, κύρηκες.