Ancient Greek
4
Pseudo-Galen, De Succedaneis Liber 4
Not analysed yet
Ἀντὶ δαμασσωνίου, καρπήσιον ἢ καλαμίνθη ἢ ἠρύγγιον. ἀντὶ δαύκου σπέρματος, σίου σπέρμα. ἀντὶ δαφνίδων, ἕρπυλλον ξηρόν. ἀντὶ δικτάμνου, γλήχων ἢ ἐλελίσφακος. ἀντὶ διφρυγοῦς, μίσυ ὀπτὸν ἢ λίθος φρύγιος ἢ χαλκὸς κεκαυμένος ἢ λίθος πυρίτης. ἀντὶ δορυκνίου, ὑοσκυάμου ἢ ἐλελισφάκου σπέρμα. ἀντὶ δρακοντίου, ἄρον.