Ancient Greek
1.20 to 1.40
Pseudo-Galen, De Urinis Compendium 1.20-40
Not analysed yet
πάλιν δὲ τὸ ὠχρὸν ἀσθένειαν μὲν τῆς φύσεως δηλοῖ, μὴ δυναμένης δὲ οὕτως ἀλλοιῶσαι καὶ πέψαι τὸ χῦμα τὸ ἐν φλεψί. τὸ δὲ ξανθὸν οὖρον ἔνδειαν ὕλης σημαίνει νεωτέρῳ μὲν ἀσιτίαν ἢ ἀγρυπνίαν ἢ θερμότητα ἐν τῷ βάθει ἔχοντι ἐναποκειμένην ὡς ἐπὶ τῶν τριταίων. τὸ δὲ πυῤῥὸν ἄπεπτον μὲν ὑπάρχει κατὰ τὴν σύστασιν, ξηρότητα δὲ πολλὴν σημαίνει · εἰ δὲ καὶ πάχος ἔχει, πυρετόν. τὰ δὲ πολλὰ τῶν οὔρων εὐχερῶς χρώννυνται ἀπὸ χολῆς. πάλιν τὸ ἐρυθρὸν οὖρον γίνεται ἀπὸ πλείστου αἵματος καταβαπτομένου τοῦ οὔρου, τοῦτο δὲ γίγνεται καὶ περὶ τῶν φλεγμονῶν. τὸ δὲ μέλαν οὖρον γίγνεται ἢ διὰ τὸ καθαίρεσθαι καὶ ἐκριπτεῖσθαι τὸν μελαγχολικὸν χυμὸν ἢ δι’ ὑπερόπτησιν τοῦ αἵματος. ταῦτα δὲ πάντα τήν διάθεσιν τῶν ἐν φλεψὶ κειμένων χυμῶν σημαίνουσι. τὸ οὖν κατὰ φύσιν οὖρον ἐν συμμετρίᾳ τῶν προειρημένων ποιοτήτων θεωρεῖται· κατὰ μὲν τὴν σύστασιν μήτε λεπτὸν πολὺ μήτε παχύ· κατὰ δὲ τὸ χρῶμα ξανθόν τε καὶ πυῤῥὸν, ξανθὴν καὶ λείαν καὶ ὁμαλὴν ἔχον ὑπόστασιν καὶ ἐν τῷ πυθμένι τοῦ ἀγγείου ὑποκαθισταμένην · καὶ τοῦτο κυρίως λέγεται κατὰ φύσιν. εἰρηκότες τοίνυν τὰς ἐν συστάσει καὶ κατὰ χροιὰν διαφορὰς ζητήσομεν ὁμοίως καὶ τὰς τοῦ παρυφισταμένου· ἀλλὰ πρότερον μάθωμέν τί ἐστι τὸ παρυφιστάμενον. Παρυφιστάμενον λέγεται τὸ ἐν αὐτῷ οὔρῳ ἕτερόν τι ἐμφαῖνον καὶ οἱονεὶ μηδὲν ὁριζόμενον καὶ ὑφιστάμενον· περὶ τούτου δὲ τοῦ παρυφισταμένου τέσσαρά τινα θεωρεῖται πρὸς ἀκριβῆ διάγνωσιν, σύστασις, χροιὰ, τόπος καὶ χρόνος. καὶ σύστασις μὲν ἢ ὁμαλὴ ἢ ἀνώμαλος, καλεῖται δὲ καὶ τραχεῖα · χροιὰ δὲ ἢ κατὰ φύσιν ἐστὶ λευκὴ μὴ καταβαφεῖσα ὑπὸ χυμοῦ τινος ἢ ἄλλως πως πλεονεκτήσαντος καὶ ἐπιχρώσαντος αὐτήν. καὶ ταῦτα μὲν ἐπὶ τοῦ κατὰ σύστασιν καὶ χροιάν. τοῦ δὲ τόπου τρεῖς εἰσι λεγόμεναι διαφοραὶ, ἀνωτέρα, μέση καὶ κατωτέρα· καὶ εἰ μὲν ἐν τῷ οὔρῳ ἄνω κρέμαται τὸ παρυφιστάμενον καλεῖται νεφέλη·