Ancient Greek
1.59 to 1.61
Pseudo-Galen, De Urinis Compendium 1.59-61
Not analysed yet
τὰ δὲ ἀνυπόστατα οὖρα πονηρὰ πάντα, καὶ ταῦτα μὲν σημαίνουσι πλῆθος αἰτιῶν, διαφοράς τε νοσημάτων καὶ αὔξησιν τούτων καὶ μείωσιν, διάκρισίν τε καὶ κρίσιν, πέψιν τε καὶ ἀπεψίαν καὶ τρόπους κινδύνων γενησομένων· σκοπεῖν δὲ τὸν ἰατρὸν ἐπὶ πάντων τούτων τὴν ἀκρίβειαν, τὴν δίαιταν καὶ τὸ πλῆθος τῶν αἰτιῶν καὶ τήν ὑπεροχὴν εἰς τὸ ἀδιαμάρτητον φυλαχθῆναι. καὶ ταῦτα δὲ πάντα ἐξ οὔρων τε καὶ τῆς τούτων διαγνώσεως καὶ προῤῥήσεως καὶ θεωρίας.