Ancient Greek
11 to 15
Pseudo-Galen, De Urinis 11-15
Not analysed yet
Καὶ περὶ μὲν τὸ πλοκὸν τοῦ λεπτοῦ πρὸς τὰ χρώματα τοῦ οὔρου τὰ προειρημένα ἀρκείτω, νῦν δὲ λοιπὸν τὴν σύστασιν ἀμείψωμεν καὶ ἔστω τὸ οὖρον παχὺ καὶ τούτου μένοντος παχέος ἀναλλαττέσθω τὸ χρῶμα καὶ ἔστω λευκόν. τὸ τοιοῦτον δηλοῖ τὸν ὠμὸν χυμὸν πολὺν συνάγεσθαι κατὰ τὸ σῶμα. Ἀλλὰ δὴ ἔστω παχὺ καὶ ὠχρὸν, αὐτὸ οὐ δύναται συνελθεῖν εἰς συμπλοκὴν, οὔτε γὰρ παχὺ καὶ πυῤῥὸν οὔτε παχὺ καὶ ξανθὸν συνελθεῖν δύνανται. τὰ τοιαῦτα γὰρ χρώματα δι’ ἔνδειαν ὕλης γίνεται καὶ δυνάμεως ἀσθένειαν. τὸ δὲ παχὺ διὰ τὰ ἐναντία· φανερὸν ὅτι καὶ πυῤῥὸν ἢ ὠχρὸν ἢ ξανθὸν οὐ δύνανται ἅμα συστῆναι. Ἀλλὰ δὴ ἔστω παχὺ καὶ ἐρυθρὸν, τὸ τοιοῦτον οὖρον συνίσταται καὶ σημαίνει πλῆθος αἵματος, ὡς ἐν συνόχοις πυρετοῖς. Ἔστω δὴ παχὺ καὶ μέλαν λοιπόν. καὶ αὐτὴ δὲ συνίσταται καὶ σημαίνει τὸν μελαγχολικὸν χυμὸν ἐκκενοῦσθαι πολὺν, ὡς ἐπὶ τῇ παρακμῇ τοῦ τεταρταίου καὶ ἐπὶ τῇ λύσει τῆς μελαγχολίας. περὶ δὲ τῶν διὰ ψύξιν καὶ ὄπτησιν γινομένων μελάνων ὕστερον ἐροῦμεν· καὶ αὗται μὲν τοῦ παχέος μετὰ τῶν ἐνδεχομένων χρωμάτων αἱ συμπλοκαί. ἀρξόμεθα δὴ περὶ τῶν παρυφισταμένων. Ἔστω δὴ πρότερον λευκὸν καὶ τὴν ἄνω χώραν ἔχον καὶ λεῖον, μηκέτι δὲ ὁμαλὸν, ἀλλὰ σήμερον μὲν πεπεμμένον, αὔριον δὲ οὔ· τὸ τοιοῦτον ἀσθένειαν δηλοῖ καὶ μὴ δύνασθαι διὰ παντὸς ὁμοτίμως πέττειν τὴν ὕλην.