Ancient Greek
21
Pseudo-Galen, De Urinis 21
Not analysed yet
Τὸ μὲν οὖν ἐρυθρὸν ἀπὸ ἰχωροειδοῦς αἵματος γίνεται καὶ ἀπεψίαν σημαίνει, ἀλλ’ οὐ θάνατον, ὅτι μὲν οὖν κίνδυνον οὐκ ἐπάγει τὸ χρηστὸν καὶ οἰκεῖον τῆς ὕλης ἐνδείκνυται. εἰ δὲ ἀπεψίαν σημαίνει, καὶ διὰ τοῦτο καὶ χρόνιον. ἐκ τοῦδε φανερὸν τῶν χυμῶν οἱ μὲν ἐκ τοῦ φλέγματος γίνονται ὡς τὸ φλέγμα καὶ ἰχὼρ, οἱ δὲ μετὰ τοῦ αἵματος ὡς ἡ ξανθὴ χολὴ καὶ ὁ μέλας χυμός. ὅταν οὖν τὸ οὖρον ἐρυθρὸν φανῇ, σημαίνει ἀπὸ ἰχῶρος ἔχειν τὸ χρῶμα, ὁ δὲ ἰχώρ ἐστι πρὸ τοῦ αἵματος, οὐ γὰρ ἡ φύσις τελείαν ἐπέθηκε τῷ αἵματι τὴν βαφὴν, εὔδηλον ὡς οὐδέπω ἐπέφθη. εἰς δὲ τοῦτο τοῦ χρόνου χρῄζει ἡ φύσις πρὸς τὴν πέψιν τοῦ αἵματος. τί μὲν οὖν σημαίνει τὸ ἐρυθρὸν οὖρον εἰρήκαμεν.