Ancient Greek
42 to 47
Pseudo-Galen, De Urinis 42-47
Not analysed yet
Τὸ δὲ λεπτὸν καὶ ὠχρὸν οὖρον ἄπεπτον μέν ἐστι τῇ συστάσει, πεπεμμένον δὲ μετρίως τῇ χροιᾷ. ἀσθένειαν δὲ καὶ τοῦτο δηλοῖ τῆς φύσεως, τῷ μὲν χρώματι γὰρ ἔπεψεν ὡς ἂν ῥᾴδιον ὑπάρχον, οὐκέτι δὲ καὶ τῇ συστάσει διὰ τὸ δυσκολώτερον. Τὸ δὲ λεπτὸν τῇ συστάσει καὶ πυῤῥὸν τῷ χρώματι βέλτιον τοῦ ὠχροῦ, ὅμως ἄπεπτον διὰ τὴν σύστασιν. Ἀπεψίαν σημαίνει, οὐ θάνατον, ἀλλὰ χρόνου δεῖται εἰς πέψιν. ἔστι δὲ ἐξ αἵματος ἰχωροειδοῦς μή ποτε λείαν πέψιν λαβόντος μηδὲ τὴν ἰδίαν χροιὰν καὶ διὰ τοῦτο χρονιώτερον σημαίνει τὸ νόσημα. ἐπὶ δὲ τῶν συνεχῶν πυρετῶν ἐπὶ πλήθει αἵματος συνιστάμενον ἐκκρίνεται οὖρον ἐρυθρὸν καὶ παχύ. δηλονότι τοιοῦτόν ἐστι καὶ τῷ χρώματι καὶ τῇ συστάσει τοῦ χρώματος καὶ τὸ παρυφιστάμενον ἅπτεται. Τὸ δὲ λεπτὸν οὐρούμενον καὶ μετὰ ταῦτα ἔξω ἀναθολούμενον ἄπεπτόν ἐστι διὰ περιουσίαν αἵματος παχέος. δηλοῖ δὲ τὴν φύσιν ἄρχεσθαι πέπτειν. Τὸ δὲ παχὺ οὐρούμενον καὶ καθιστάμενον οἷον ὑποζυγίου δηλοῖ τὴν τῶν παχέων πνευμάτων τε καὶ χυμῶν ζύμωσιν. ἐπὶ τούτων κεφαλαλγίαι πάρεισιν ἢ παρέσονται διὰ τὴν ἐν τοῖς χυμοῖς ταραχὴν καὶ τὰς ἀναθυμιάσεις. Παύεσθαι μὲν τὴν ἐν τοῖς χυμοῖς ζύμωσιν καὶ δηλοῖ πως ἄρχεσθαι τὴν διάκρισιν.