Ancient Greek
5 to 7
Pseudo-Galen, De Urinis 5-7
Not analysed yet
Ἔστω πάλιν τῇ συστάσει ἄπεπτον, τουτέστι τὸ λεπτὸν, ἐν δὲ τῷ χρώματι μετρίως πεπεμμένον, ὡς εἶναι αὐτὸ ὠχρόν· τὸ τοιοῦτον ἀσθένειαν δηλοῖ. τῷ μὲν γὰρ χρώματι τῶν οὔρων ἔπεψεν ὡς ἂν ῥᾴδιον ὑπάρχον, οὐκέτι δὲ καὶ τῇ συστάσει διὰ τὸ δυσκολώτερον. Πάλιν δὲ λεπτὸν ἔστω, ἀλλ’ ἀμειβέσθω τῷ χρώματι καὶ ὑπαρχέτω πυῤῥὸν, βέλτιον μὲν τοῦ προτέρου τὸ τοιοῦτον τυγχάνει, ἔστι δὲ ἄπεπτον διὰ τὴν σύστασιν. Ἀλλ’ ἔστω λεπτὸν ὡς ὑπόκειται, ἀλλὰ ξανθόν· τοῦτο σημαίνει οὐ μόνον ἀπεψίαν, ἀλλὰ καὶ ὕλης ἔνδειαν δηλοῖ, ὡς νεώτερος ἀσιτήσας. ἐκδιδάσκει δὲ καὶ θερμότητα πολλὴν ἐν τῷ βάθει τίκτειν χολὴν, ὡς ὁ τριταῖος. δηλοῖ καὶ ἀγρυπνίαν καὶ φροντίδα. ἅπαντα ταῦτα ξανθὰ τὰ οὖρα ποιεῖ.