Ancient Greek
1.1
Pseudo-Galen, Definitiones Medicae 1.1
Not analysed yet
Ὅρος τοίνυν κατ’ ἐνίους ἐστὶ λόγος δηλῶν ποῖόν ἐστιν ἐκεῖνο καθ’ οὗ ἐστιν ὁ λόγος. δυνατὸν δὲ καὶ οὕτως ὁρίσασθαι. ὅρος ἐστὶ λόγος ἐννοίας. τινὲς δὲ καὶ οὕτως ὡρίσαντο. ὅρος ἐστὶ λόγος κατ’ ἀνάλυσιν ἀπαρτιζόντων ἐκφερόμενος. ἢ ὅρος ἐστὶ διὰ βραχείας ὑπομνήσεως εἰς ἔννοιαν ἡμᾶς ἄγων τῶν ὑποτεταγμένων ταῖς φωναῖς πραγμάτων. ἢ ὅρος ἐστὶ λόγος τὸ εἶναι δηλῶν. ἢ λόγος ἐστὶν ἔννοιαν ἡμῖν τοῦ πράγματος δεικνύς τε καὶ σαφηνίζων.