Ancient Greek
1.10
Pseudo-Galen, Definitiones Medicae 1.10
Not analysed yet
Τὰ ἀνωτάτω μέρη τῆς ἰατρικῆς ἐστι δύο, θεωρία καὶ πρᾶξις. προηγεῖται δὲ τῆς πράξεως ἡ θεωρία. θεωρῆσαι γάρ τι πρότερον χρὴ, ἔπειτα οὕτως πρᾶξαι. ἀρχὴ γὰρ τῆς ἐπὶ τῶν ἔργων τριβῆς ἡ διὰ τοῦ λόγου διδασκαλία.