Ancient Greek
1.100 to 1.103
Pseudo-Galen, Definitiones Medicae 1.100-103
Not analysed yet
Ἐξαιμάτωσίς ἐστιν ἡ εἰς αἷμα τῆς τροφῆς μεταβολή. Ἀνάδοσίς ἐστιν ὁλκὴ τῆς πεφθείσης καὶ οἰκονομηθείσης καὶ ἐξαιματωθείσης τροφῆς εἰς πάντα τὰ τοῦ σώματος μόρια καὶ μέρη ὑπὸ τοῦ ἐμφύτου θερμοῦ. οἱ δὲ οὕτως. ἀνάδοσίς ἐστιν ὁλκὴ τῆς πεφθείσης τροφῆς ὑπὸ τοῦ κατὰ φύσιν θερμοῦ εἰς ὅλον τὸ σῶμα μετὰ τῆς οἰκείας μεταβολῆς καὶ κατεργασίας. Αὔξησίς ἐστιν ἡ εἰς μῆκος καὶ πλάτος καὶ βάθος πρόβασις τῶν σωμάτων. Θρέψις ἐστὶν ἡ εἰς τὴν περιοχὴν καὶ τὸ πλάτος γινομένη πρόσθεσις τοῖς σώμασιν.