Ancient Greek
1.113 to 1.114
Pseudo-Galen, Definitiones Medicae 1.113-114
Not analysed yet
Ἡγεμονικόν ἐστι ψυχῆς τὸ ἄρχον τῶν μερῶν τῆς ψυχῆς, τὸ βασιλεῦον καὶ ἐπιτάσσον, καθιδρυμένον δὲ ἐν τῇ βάσει τοῦ ἐγκεφάλου. οἱ δὲ οὕτως. ἡγεμονικὸν ψυχῆς ἐστι τὸ κατάρχον τῆς ὅλης τοῦ ζώου διοικήσεως, τεταγμένον δὲ ἐν τῇ καρδίᾳ τοῦ ἐγκεφάλου. Ὑπηρετικὸν μέρος τῆς ψυχῆς τὸ ὑποτεταγμένον καὶ ὑπηρετοῦν τῷ ἡγεμονικῷ, τεταγμένον δὲ ἐν τῷ ἄλλῳ λοιπῷ σώματι.