Ancient Greek
1.116 to 1.122
Pseudo-Galen, Definitiones Medicae 1.116-122
Not analysed yet
Αἰσθήσεις εἰσὶ πέντε, ὅρασις, ἀκοὴ, γεῦσις, ὄσφρησις, ἁφή. διακονοῦνται δὲ αὗται καὶ ὑπηρετοῦνται τῇ ψυχῇ, ὥσπερ Ἀσκληπιάδης ὁ Βιθυνός φησιν καὶ τὴν οὖν γυμνασίαν τῶν πέντε αἰσθήσεων ψυχὴν εἶναι. Ὅρασίς ἐστιν ἡ γινομένη διὰ τῶν ὀφθαλμῶν τῷ συγκεκραμμένῳ ἐν αὐτοῖς πνεύματι λεπτῷ μάλιστα κατὰ τὸν τῆς κόρης τόπον τυγχάνοντι, δι’ οὗ αἱ ὁρατικαὶ ἀντιλήψεις γίνονται. τί ἐστιν ὄψις; ὄψις ἐστὶ δύναμις οὐσίας ἀερώδους φονώδης, ὅρασις δ’ ἐνεργητική. Ἀκοή ἐστιν ἡ γινομένη διὰ τοῦ ἐγκεκραμένου τοῖς ὠσὶ πνεύματος ξηροτέρου μᾶλλον ὄντος ἤπερ λεπτομερεστέρου, δι’ οὗ αἱ ἀκουστικαὶ ἀντιλήψεις γίνονται. Ὄσφρησίς ἐστιν ἡ ἀποτελουμένη διὰ τοῦ ἐν ταῖς ῥισὶ πνεύματος ὄντος ἐνίκμου καὶ ἀτμωδεστέρου, δι’ οὗ καὶ τῶν ὀσφραντῶν ἀντιλήψεις γίνονται. Γεῦσίς ἐστιν ἡ γιγνομένη ποιότης τῷ ἐν τῇ γλώσσῃ πνεύματι ὄντι ὑγροτέρῳ μᾶλλον. Ἁφή ἐστιν ἡ ἀποτελουμένη διὰ τοῦ πνεύματος ἐληλυθότος διὰ τοῦ σώματος, δι’ οὗ αἱ σωματικαὶ ἀντιλήψεις γίνονται. Μεταβατικὴ κίνησίς ἐστι τῶν ὅλων ζώων καθ’ ὁρμὴν γινομένη κατάρχοντος μὲν τοῦ ἡγεμονικοῦ, ὑπηρετοῦντος δὲ τοῦ ἐν τοῖς νεύροις πνεύματος συνεκτεινομένου καὶ παραφέροντος τὰ μέλη.