Ancient Greek
1.138
Pseudo-Galen, Definitiones Medicae 1.138
Not analysed yet
Ὀξὺ μὲν οὖν ἐστι πάθος τὸ δυνάμει καὶ φαντασίᾳ μέγα καὶ χαλεπὸν κρινόμενον τοὐπίπαν ἐν ἡμέραις ἑπτά. ἄλλως. ὀξὺ νόσημα μέγα τί ἐστι καὶ πρὸς τὴν ἀκμὴν ἐπειγόμενον διὰ ταχέων. ἢ ἐκ τοῦ Ἱπποκράτους, ὀξὺ νόσημά ἐστιν ὃ μέγα καὶ ὀλέθριον ὃ τοὺς πλείστους τῶν ἀνθρώπων κτείνει. ἄλλως. ὀξὺ πάθος ἐστὶ τὸ εὐπετῆ τὴν λύσιν ἢ ἀναίρεσιν ὅσον ἐφ’ ἑαυτῷ ἔχον.