Ancient Greek
1.186 to 1.196
Pseudo-Galen, Definitiones Medicae 1.186-196
Not analysed yet
Πυρετὸς συνεχής ἐστιν ὁ μὴ διαλείπων μήτε νυκτὸς μήτε ἡμέρας. ἀνέσεις δὲ καὶ ἐνδόματα καὶ παροξυσμοὺς ἐπιφέρων. ἢ συνεχῆ πυρετὸν καλοῦσι τὸν εἰς ἀπυρεξίαν πρὶν τελέως μὴ παυόμενον, κἂν παρακμή τις αἰσθητὴ φαίνηται. Πυρετὸς σύνοχός ἐστιν ὁ ἀεὶ ἴσως διαμένων, μήτε νυκτὸς μήτε ἡμέρας διαλείπων, μήτε ἀνέσεις μήτε παροξυσμοὺς ἐπιφέρων. Καῦσός ἐστιν ὁ μετὰ πυρώσεως πολλῆς γινόμενος ἀναστολὴν μηδεμίαν τῷ σώματι παρέχων, γλῶσσαν ἐπιξηραίνων, μελαίνων, ἐπιθυμίαν ψυχροῦ παρέχων, μετὰ ἀναπνοῆς μεγάλης καὶ θερμῆς τὸ σῶμα ἐπ’ ἄλγος διατιθείς. Πεμφιγώδης ἐστὶ πυρετὸς ὁ διὰ τὴν ἐπίτασιν τῆς θερμασίας φλυκτίδας ἀνὰ τὸ στόμα παρασκευάζων. Λιπυρίας δὲ πυρετὸς ἐφ’ οὗ τὰ ἄκρα καὶ ἡ ἐπιφάνεια ψύχεται· καίεται δὲ τὸ βάθος, ἐπέχονται δὲ αἱ ἀποκρίσεις, διψῶσι γλῶσσα τραχεῖα, σφυγμὸς μικρὸς καὶ ἀμυδρός· ἅτε ἔστω νενευκότος τοῦ θερμοῦ. Ῥοώδης πυρετὸς ὁ μετὰ ῥύσεως κοιλίας, πολλάκις δὲ καὶ ἐμέτων, περιψύξεις ἐπιφέρων καὶ ταχεῖαν καθαίρεσιν τῆς δυνάμεως μετὰ δίψους καὶ ἀγρυπνίας καὶ μικρότητος σφυγμῶν. Στεγνὸς πυρετός ἐστιν ὁ ἐναντίος τῷ ῥοώδει οὐκ ἐπιφέρων ἐκκρίσεις, τοὺς σφυγμοὺς μεγάλους διαφυλάττων, ἰσχναίνων βραδύτερον κατὰ τὸν χρόνον τὸ σῶμα. Ἰκτεριώδης ἐστὶ πυρετὸς ὁ τὴν χροιὰν ὁμοίαν ἰκτέρῳ παρασκευάζων, ἧπαρ μετεωρίζων, γλῶσσαν ἐπιξηραίνων, τὴν ἐπιφάνειαν δεινὴν, ἀεὶ αὐχμηρὰν καὶ ὠχρὰν παρασκευάζων. Λοιμώδης πυρετὸς ἔστιν ὁ μετὰ πολλῆς θερμασίας δίψος ἀθεράπευτον ἐπιφέρων, ἐμέτους χολῆς παντοίας, δυσώδεις κοιλίας ἐκκρίσεις βρομωδῶν φέρων, ὥστε ἐμφερῆ εἶναι τὰ ἀποκρινόμενα τῷ ἀπὸ τῶν ἑλῶν βρομῷ· οὖρα πολλὰ καὶ δυσώδη, ἐξανθήματα, σφυγμοὺς ταχεῖς μικροὺς καὶ ἀμυδροὺς ἐπιτελῶν. Τυφώδης ἐστὶν, οἵ τινες ἐλαιώδη καὶ νοτώδη προσαγορεύουσιν, ἱδρῶτας ἐπιφέρων δυσώδεις. ἢ τυφώδης ἐστὶ πυρετὸς ὁ μετὰ νωθρείας γιγνόμενος καὶ μετ’ ἐπιστάσεως ἐξιστάμενος. Νωθρός ἐστιν πυρετὸς ὁ μετὰ καρηβαρείας γινόμενος ἢ διὰ μυξητήρων αἱμοῤῥαγίας ἐπάγων ἢ ἐποχὴν ἀποκρίσεως ἢ πρὸς ἀνάγκης δυσσυμπτωσίαν τοῦ σώματος.