Ancient Greek
1.208
Pseudo-Galen, Definitiones Medicae 1.208
Not analysed yet
Μέγας ἐστὶ σφυγμὸς ὁ κατὰ μῆκος καὶ βάθος καὶ πλάτος τῆς ἀρτηρίας ἐπὶ πολὺ διϊσταμένης γινόμενος. Μικρὸς σφυγμός ἐστιν ὁ τοὐναντίον ἐπ’ ἐλάχιστον κατὰ μῆκος καὶ βάθος καὶ πλάτος ἐπαιρομένης τῆς ἀρτηρίας ἐπιτελούμενος. Μέσος ἐστὶν ὁ μεταξὺ τούτων ἀμφοτέρων κατά τε τὸ μῆκος καὶ κατὰ τὸν κύκλον ἀνάλογόν τε καὶ τῆς περιφερείας ὑποπιπτούσης.