Ancient Greek
1.210
Pseudo-Galen, Definitiones Medicae 1.210
Not analysed yet
Σκληρός ἐστι σφυγμὸς ἐφ’ οὗ νευρώδης, ὡς ἂν εἴποι τις, καὶ ἀπόκροτος ἡ ἀρτηρία φαίνεται καὶ τὸ ἐνὸν πνεῦμα τεταμένον, ὥστε καὶ τὴν πληγὴν ἔχειν τι ἀποπληκτικόν. Μαλακὸς σφυγμός ἐστιν ὀ ὑπεναντίος τῷ σκληρῷ ἀνειμένην καὶ ἁπαλὴν ἔχων τὴν ἀρτηρίαν. καὶ τὸ ἐνὸν πνεῦμα ἐκλελυμένον καὶ τὴν πληγὴν προσηνεστέραν. Μέσος σφυγμός ἐστιν ὁ μεταξύ τοῦ σκληροῦ τε καὶ μαλακοῦ κατὰ φύσιν σύμμετρος.