Ancient Greek
1.214
Pseudo-Galen, Definitiones Medicae 1.214
Not analysed yet
Ταχύς ἐστι σφυγμὸς ὁ σύντομον ἔχων τὴν διαστολὴν καὶ συστολήν. ἢ ταχὺς σφυγμός ἐστιν ὁ μὲν ἐν ὀλίγῳ χρόνῳ κινουμένης τῆς ἀρτηρίας γινόμενος. Βραδύς ἐστι σφυγμὸς ὁ βραδεῖαν ἔχων τὴν διαστολὴν τε καὶ τὴν συστολήν. ἢ ὁ ἐν πολλῷ χρόνῳ κινουμένης τῆς ἀρτηρίας γινόμενος. Μέσος ἐστὶν ὁ σύμμετρον ἔχων τὴν διαστολὴν καὶ συστολήν. ἢ μέσος ἐστὶ σύμμετρος ὁ ἐν συμμέτρῳ χρόνῳ κινουμένης τῆς ἀρτηρίας γινόμενος.