Ancient Greek
1.216 to 1.218
Pseudo-Galen, Definitiones Medicae 1.216-218
Not analysed yet
Τάξις σφυγμοῦ ἐστιν σχέσις κατὰ μέγεθος ἢ σφοδρότητα ἢ ῥυθμὸν ἢ ἄλλην τινα διαφοράν. Τεταγμένος σφυγμός ἐστιν ἐν ᾧ ἡ κατὰ τὰς περιόδους ἀναλογία φυλάττει τινὰ τάξιν. ἢ ἄλλως· τεταγμένος ὁ κατὰ περίοδον ἴσος. Ἀταξία σφυγμοῦ ἐστιν ἀκαταστασία τῆς κατὰ τοὺς σφυγμοὺς διαφορᾶς. οἱ δὲ οὕτως. ἄτακτος σφυγμός ἐστιν ὁ ποτὲ μὲν πυκνότερος γινόμενος κατά τινας πληγὰς, ποτὲ δὲ ἀραιότερος. ἢ ἀτακτός ἐστιν ὁ μηδεμίαν κατὰ τὰς περιόδους τάξιν σώζων. Ὁμαλότης σφυγμοῦ ἐστιν ἰσότης κατά τινας τῶν σφυγμῶν διαφοράς. Ὁμαλὸς σφυγμός ἐστιν ὁ ἐφεξῆς ἴσος ὑπάρχων. ἢ ἐν ᾧ πᾶσαι τῶν σφυγμῶν διαφοραὶ ἴσαι μένουσιν.