Ancient Greek
1.246 to 1.254
Pseudo-Galen, Definitiones Medicae 1.246-254
Not analysed yet
Μανία ἐστὶν ἔκστασις τῆς διανοίας καὶ παραλλαγὴ τῶν νομίμων καὶ τῶν ἐν τῷ ὑγιαίνειν ἐθῶν ἄνευ πυρετοῦ. Μελαγχολία ἐστὶ πάθος βλάπτον τὴν γνώμην μετὰ δυσθυμίας ἰσχυρᾶς καὶ ἀποστροφῆς τῶν φιλτάτων γιγνόμενον ἄνευ τοῦ πυρετοῦ. τισὶ δὲ αὐτῶν καὶ χολὴ προσγινομένη πολλὴ μέλαινα βλάπτει στόμαχον, ὥστε καὶ ἀπεμεῖσθαι καὶ οὕτως τὴν γνώμην συγκακοῦσθαι. Κεφαλαία ἐστὶ πάθος πόνον κεφαλῆς ἐπιφέρον ἀνύποιστον κατὰ περιόδους τινὰς, ὥστε καὶ ἦχον εἶναι ἐν τοῖς ὠσὶ καὶ τοὺς ὀφθαλμοὺς ἀνερευθεῖς καὶ προπετεῖς ὑπάρχειν. συνδιατείνονται δὲ αὐτοῖς καὶ αἱ ἐν τῷ μετώπῳ φλέβες καὶ ἔρευθος ἀμφὶ τὸ πρόσωπον ἴσχουσι. Τὸ μὲν τῆς κεφαλῆς ἄλγος μὴ χρόνιόν ἐστι κεφαλαλγία, χρόνιον δὲ κεφαλαία. ἢν ἀλγέῃ κεφαλὴ σχεδίως ἐπὶ προσκαίρῳ αἰτίῃ κᾒν ἐπὶ πλεῦνας, κεφαλαλγίη καλέεται. ἢν δὲ διεθίζῃ χρόνῳ μακρῷ τὸ ἄλγημα καὶ περιόδοισι μακρῇσι καὶ πολλῇσι καὶ προσεπιγίγνεται μέζω τε καὶ πλεῦνον δυσαλθῇ, κεφαλαίην κικλήσκομεν. Ἑτεροκρανία ἐστὶν ὁπόταν περὶ τὸ ἀριστερὸν μέρος ἢ τὸ δεξιὸν τῆς κεφαλῆς πόνος παρέπηται καὶ ποτὲ μετ’ ἐπιτάσεις, ποτὲ δὲ ἀνέσεις ἐπιφέρῃ. Σκοτωματικοὶ καλοῦνται οἷς παρακολουθοῦσι σκοτώσεις καὶ δοκοῦσι περιφέρεσθαι αὐτοῖς τὴν κεφαλὴν μετὰ τοῦ καὶ μαρμαρυγὰς αὐτοῖς παρέπεσθαι. ἢ σκοτόδινός ἐστιν ἐπειδὰν ἅμα περιδινεῖσθαι δοκεῖ τὰ βλεπόμενα ἥ τε διὰ τῆς ὄψεως αἴσθησις ἐξαίφνης ἀπολεῖται δοκούντων αὐτῶν σκότος περικεχύσθαι. γίγνεται δὲ τοῦτο τοῦ στόματος τῆς κοιλίας ὑπὸ μοχθηρῶν χυμῶν δακνομένου. Κατάῤῥους ἐστὶν ὑγρῶν πολλῶν καταφορὰ διὰ τῶν τρημάτων τῆς ὑπερώας καὶ πολλῶν διὰ τῶν μυξητήρων ἃ καταφερόμενα βλάπτει τοὺς ὑποκειμένους τόπους, ὥστε σὺν τῇ ἀποκρίσει τῶν ὑγρῶν καὶ πνεῦμα συνεκκρινόμενον ἦχόν τινα ἐκτελεῖν. Κόρυζά ἐστι τὸ διὰ τῶν ῥινῶν ἐκκρινόμενον ὑγρὸν λεπτὸν καὶ ἄπεπτον τὸ δι’ ὑπερώας κατάῤῥους. Συνάγχη ἐστὶ πάθος περὶ τράχηλον ὀξὺ, χαλεπὸν, πνιγμῷ τὸν παθόντα ἐξάγων. ἢ οὕτως. συνάγχη ἐστὶ φλεγμονὴ τοῖς μὲν ἔξωθεν τοῦ τραχήλου ὥστε ἐξογκοῦσθαι τὰ μέρη, τοῖς δὲ ἔνδοθεν τῶν παρισθμίων ὥστε συμπάσχειν καὶ τὰ ἀναπνευστικὰ ὄργανα καὶ δυσπνοεῖν.