Ancient Greek
1.267 to 1.276
Pseudo-Galen, Definitiones Medicae 1.267-276
Not analysed yet
Κοιλιακὴ διάθεσίς ἐστι ῥευματισμὸς τῆς κοιλίας. οὐ πρόσφατος, ἀλλὰ χρόνιος μετὰ στρόφων καὶ πολλῶν ἀποκρίσεων μετὰ τοῦ ἰσχναίνεσθαι τὸ σῶμα. Διάῤῥοιά ἐστι ῥευματισμὸς πλείων κοιλίας ἄνευ φλεγμονῆς καὶ ἑλκώσεως πολυχρόνιος. Δυσεντερία ἐστὶν ἕλκωσις ἐντέρων μετὰ φλεγμονῆς καὶ ἀποκρίσεως αἱματωδῶν ἢ τρυγῳδῶν. ἤ γε καὶ ἀπολυμάτων μετὰ τοῦ δάκνεσθαι καὶ ἀλγεῖν τὴν κοιλίαν καὶ τὰ ἔντερα. Τεινεσμός ἐστι διάθεσις πρὸς τοῖς κάτω μέρεσι καὶ αὐτῷ τῷ ἀπευθυσμένῳ, ὥστε πολλὰς μὲν τὰς ἐξαναστάσεις καὶ προθυμίας γίνεσθαι, ὀλίγας δὲ τὰς ἀποκρίσεις. ἄλλοι δὲ οὕτως. τεινεσμός ἐστιν ἡ τοῦ ἀρχοῦ δῆξις, ἣν τὰ χολώδη καὶ δριμέα ὑγρὰ ποιοῦσι μετὰ τῆς ἐξαναστασεώς τε καὶ προσθυμίας, καίτοι ὀλίγα ἀποκρίνηται. Λειεντερία ἐστὶ πάθος ἐπὶ δυσεντερίᾳ τὰ πολλὰ γινόμενον, ὥστε διὰ τὰς οὐλὰς τὰς ἐνὶ ταῖς ἑλκώσεσι γεγενημένας πυκνοτέρων καὶ λειοτέρων καὶ ἀπονωτέρων γενομένων ἀνάγκη πρὸ τοῦ πεφθῆναι διατρέχειν τὰ λαμβανόμενα σιτία ὀξέως ἐπὶ τὰς ἐκκρίσεις ἀμιγῆ, ἄπεπτα καὶ οἷα κατεπόθη. ἄλλοι δὲ οὕτως. λειεντερία ἐστὶν ἡ ἀθρόα καὶ ταχίστη διέξοδος τῶν σιτίων, οἷά περ κατεπόθησαν τοιαῦτα καὶ ἐξεκρίθησαν. Κωλικὴ διάθεσίς ἐστι κατασκευὴ χρόνιος περὶ τὸ κῶλον μετὰ τοῦ εἰς διαλήμματα ἀλγήματα ἐπιγίγνεσθαι ἀνυπόστατα καὶ δυσπνοεῖν καὶ ἐφιδροῦν καὶ περιψύχεσθαι. Εἴλεός ἐστι φλεγμονὴ ἐντέρων, ὥστε μήτε φύσας μήτε διαχωρήματα διεξιέναι, στρόφους δὲ ἰσχυροὺς παρακολουθεῖν καὶ ἀλγήματα ὑπερβεβηκότα. Ἡπατικοί εἰσιν οἷς ἥπατος πόνος παρακολουθεῖ χρόνιος μετ’ ἐπάρματος καὶ σκληρίας καὶ ἀχροίας τοῦ σώματος. ἐπιπυρέττουσί τε περικαῆ πυρετὸν καὶ ἡ γλῶσσα αὐτοῖς ἐπιξηραίνεται. Ἐσκιρωμένον ἦπάρ ἐστιν ὅταν ὄγκος ἡ περὶ αὐτὸ ἄγαν σκληρὸς καὶ ἀντίτυπος καὶ πρὸς τὴν ἁφὴν ἀνώδυνος. Ἵκτερος ἐστιν ἀνάχυσις χολῆς ἐπὶ τὸ δέρμα, ὥστε βάπτεσθαι τὴν ἐπιφάνειαν καὶ χλωρὰν ἀποτελεῖσθαι καὶ κακοῦσθαι τὸ δέρμα καὶ λευκαὶ αὐτοῖς αἱ κατὰ κοιλίαν διαχωρήσεις γίνονται.