Ancient Greek
1.33
Pseudo-Galen, Definitiones Medicae 1.33
Not analysed yet
Συνέστηκεν ἡμῶν τὰ σώματα ἐκ στερεῶν, ὑγρῶν καὶ πνευμάτων. στερεὰ μὲν οὖν ἐστιν ὀστᾶ, χόνδροι, νεῦρα, μύες, φλέβες, ἀρτηρίαι καὶ τὰ ἐν κατακαλήψει σπλάγχνα. ὑγρὰ δὲ οἱ χυμοὶ καὶ τὰ περιττώματα. τὸ δὲ πνεῦμα τὸ ἔμφυτόν ἐστι θερμὸν τὸ ἐν τῇ καρδίᾳ. ἄλλως. ἐκ πόσων συνέστηκεν ἡμῶν τὰ σώματα; ἐκ δεκατεσσάρων. νεύρων, φλεβῶν, ἀρτηριῶν, ὀστῶν, αἵματος, πνεύματος, σαρκὸς, πιμελῆς, χόνδρων, ὀνύχων, μυελῶν, τριχῶν, χυμῶν καὶ ὑμένων. ἄλλως. ἐκ τίνων συνέστηκεν ἡμῶν τὰ παθητικὰ σώματα; ἐκ τεσσάρων. ἐξ αἵματος, φλέγματος, χολῆς ξανθῆς καὶ μελαγχολικοῦ χυμοῦ· ἅτινα καὶ παθητικὰ στοιχεῖα καλοῦσί τινες. ἄλλως. ἐκ τίνων συνέστηκεν ἡμῶν τὰ ὑλικὰ σώματα; ἐκ τεσσάρων. πυρὸς, ἀέρος, γῆς καὶ ὕδατος· ἅτινα καὶ ὑλικὰ στοιχεῖα καλοῦνται.