Ancient Greek
1.376 to 1.396
Pseudo-Galen, Definitiones Medicae 1.376-396
Not analysed yet
Στεάτωμά ἐστι παρὰ φύσιν πιμελῆς συναύξησις. Προσάρτησίς ἐστιν ὑμένων μακροτέρων ἀντοχὴ πρὸς τὰ παρακείμενα σώματα. Ἀνεύρυσμά ἐστι φλεβώδους ἀγγείου ἀνευρυσμὸς ἢ πνευματικοῖς ὕλης παρασπορὰ ὑπὸ τῆς σαρκὸς κατὰ διαπήδησιν ἀναδιδομένης. Ὑπόσφαγμά ἐστιν ἔξωθεν τῆς ἐπιφανείας ὠμόλυτι παραπλήσιον. Γαγγλίον ἐστὶ νεύρου παρὰ φύσιν συστροφὴ σωματοπεποιημένη. Ἄφθα ἐστὶν ἕλκωσις ἐπιπόλαιος ἐν στόματι γιγνομένη. ἐπιπολάζει δὲ αὕτη ἡ ἕλκωσις μάλιστα παιδίοις. Φλεγμονή ἐστιν ὄγκος μετὰ ἐρυθήματος καὶ σκληρίας πόνους ἐπιφέρων σφυγματώδεις. εἴρηται δὲ φλεγμονὴ ἀπὸ τοῦ οἷον φλέγεσθαι τὸν τόπον. ἢ ὄγκος ὀδυνηρὸς καὶ ἀντίτυπος μετ’ ἐρυθήματος χωρὶς πυρετοῦ. ἢ φλεγμονή ἐστιν ὄγκος ὀδυνηρὸς, σκληρὸς, ἀντίτυπος, ἐξ αἱματικοῦ χυμοῦ ἔχων γένεσιν. Ἐρυσίπελάς ἐστιν ἔρευθος μετὰ διαπύρου φλογώσεως ἔσθ’ ὅτε πυρετὸν καὶ φρίκας ἐπιφέρων. ἄλλως. ἐρυσίπελάς ἐστιν ὄγκος ὀδυνηρὸς ἀπὸ χολώδους αἵματος ἔχων τὴν γένεσιν. Ἄνθραξ ἐστὶν ὄγκος ἑλκώδης ἐκ τοῦ μελαγχολικωτέρου σαπέντος αἵματος. ἢ ἄλλως. ἄνθραξ ἐστὶν ἕλκος ἐσχαρῶδες ἅμα πολλῇ τῶν πέριξ σωμάτων φλογώσει· ὁ ἐκ θερμῆς μέντοι πυρότητος, παχείας δὲ κατὰ τὴν σύστασιν ὕλης ἔχει τὴν γένεσιν. Σκίῤῥος ἐστὶν ὄγκος σωμάτων μετὰ σκληρίας καὶ βάρους καὶ δυσκινησίας τε καὶ δυσαισθησίας. Οἴδημά ἐστιν ὄγκος χαλαρός τε καὶ μαλθακὸς ὡς ἐν τῷ πιέζειν ἀνώδυνος. Ἀπόστημά ἐστι μεταβολὴ σωμάτων ἐκ φλεγμονῆς εἰς πύον. Κολόβωμά ἐστιν ἔκκοψις μορίου κατά τι μέρος τοῦ σώματος. Πῶρός ἐστιν οὐσία λιθώδης καὶ ἀπόκριτος. Ὑδροκέφαλόν ἐστιν ὑδατώδους ὑγροῦ ἢ αἵματος τοῦ τρυγώδους συλλογὴ κατά τι μέρος τῶν τὴν κεφαλὴν πλεκόντων σωμάτων. Κήριόν ἐστιν ἕλκος συνεχεῖς ἔχον κατατρήσεις ἐξ ὧν μελιτῶδες ὑγρὸν ἐκκρίνεται. Φαγέδαινά ἐστιν ἕλκος ἀναβιβρῶσκον τὰ ὑπογιῆ καὶ παρακείμενα. Καρκίνωμά ἐστιν ὄγκος κακοήθης καὶ περίσκληρος, ἀνέλκωτος ἢ ἡλκωμένος. εἴρηται δὲ ἀπὸ τοῦ ζώου καρκίνου. Διονυσίσκοι εἰσὶν ὀστώδεις ὑπεροχαὶ ἐγγὺς κροτάφων γιγνόμεναι. λέγονται δὲ κέρατα ἀπὸ τῶν κερασφορούντων ζώων κεκλημένα. Τερηδών ἐστιν ὀστοῦ κατάτρησις ἀπὸ φθορᾶς. τὸ δὲ ὄνομα τῷ πάθει ἀπὸ τῶν συμβεβηκότων τρημάτων, οἱονεί τις τρηδὼν οὖσα. Ἀδήν ἐστι συστροφή τις ξηρὰ καὶ σαρκώδης ἢ συστροφὴ σαρκώδης.