Ancient Greek
1.421
Pseudo-Galen, Definitiones Medicae 1.421
Not analysed yet
Σῦρίγξ ἐστιν ὑποφορὰ τυλώδης, στενὴ καὶ ἐπιμήκης, ἔσθ’ ὄτε καὶ σκολιωμένη ἀναπούλωτον ἔχουσα τὸ στόμιον δι’ οὗ ὑγρὸν κατά τινας καιροὺς ἐκκρίνεται. τῶν συρίγγων διαφοραὶ δύο· αἱ μὲν γὰρ αὐτῶν εἰσι τυφλαὶ, αἱ δὲ κρυπταί. τυφλαὶ μὲν αἱ τὸ στόμιον ἐν τῷ βάθει ἔχουσαι, τὸν μέντοι κόλπον πρὸς τὴν ἐπιφάνειαν. κρυπταὶ δὲ ὅσαι καὶ τὸ στόμιον καὶ τὸν κόλπον ἐν τῷ βάθει ἔχουσιν.