Ancient Greek
1.439
Pseudo-Galen, Definitiones Medicae 1.439
Not analysed yet
Ἐκκρίνεται τὸ σπέρμα, ὥσπερ Πλάτων φησὶ καὶ Διοκλῆς, ἀπὸ ἐγκεφάλου καὶ νωτιαίου· Πραξαγόρας δὲ καὶ Δημόκριτος ἔτι τε Ἱπποκράτης ἐξ ὅλου τοῦ σώματος. ὁ μὲν Δημόκριτος λέγων, ἄνθρωποι εἷς ἔσται καὶ ἄνθρωπος πάντες. ὀ δὲ Ἱπποκράτης φησί· ἡ γὰρ ἡδονὴ πανταχόθεν ἔρχεται τοῦ σώματος. ἀπὸ μὲν τῶν ὑγιῶν ὑγιής, ἀπὸ δὲ τῶν νοσερῶν νοσερά. τὸ σπέρμα ἐστὶν κατὰ μὲν τοὺς Στωϊκοὺς ὃ μεθίησι τὸ ζῶον ὑγρὸν μετὰ πνεύματος καὶ ψυχῆς, ὡς δὲ οὐ μέρος. κατὰ δὲ Ἀσκληπιάδην τὸ ἐν ταῖς ἀφροδισίοις συνουσίαις ἐκκρινόμενον γεννητικὸν ὑγρόν.