Ancient Greek
1.441 to 1.444
Pseudo-Galen, Definitiones Medicae 1.441-444
Not analysed yet
Διαφέρει σπέρμα γόνου ὅτι σπέρμα μὲν ἐστι τὸ ἐν σπερματικοῖς πόροις ὂν, γόνος δὲ τὸ ἤδη ἐκκριθέν· καὶ ὡς Ἀσκληπιάδης λέγει, ὅτι τὸ σπέρμα μὲν καὶ τοῖς μηδέπω γεννᾷν δυναμένοις ὡρισάμεθα, γόνον δὲ τὸ μηδέπω πεπεμμένον σπέρμα. Αἰτίαι ἀγονίας διτταὶ, ἡ περὶ τὸν ἄνδρα ἡ περὶ τὸ θῆλυ καὶ ἑκάτεραι πλεοναχῶς· περὶ μὲν οὖν τὸ θῆλυ, ἤτοι κατάψυχρον ἐχούσης ἢ καταπίμελον τῆς γυναικὸς τὴν μήτραν· περὶ δὲ τὸ ἄῤῥεν ἤτοι ὅταν ὑποσπαδίας ᾖ, ἤτοι ἐστερημένος διδύμων ἢ ἄλλον τινὰ τρόπον ἔχων νοσήματος. Οὐκ ἔστι μέρος τῆς κυούσης τὸ κυούμενον ἢ πάντως φθειρομένου μὲν αὐτοῦ ἀποθνήσκειν ἐχρῆν ἐξ ἀνάγκης τὴν κυοῦσαν ἢ ἀπὸ κυισκομένου βλάπτεσθαι πρὸς τὰς ὁλοκλήρους ἐνεργείας ὡς λείποντος μέρους καὶ ἀποστερουμένου τοῦ σώματος αὐτοῦ. Τρέφεται τὸ ἔμβρυον διὰ τοῦ χορίου λαμβάνον καὶ ἐπισπώμενον. τρέφεται δὲ οὐ διὰ στόματος, ἀλλὰ δι’ ὀμφαλοῦ.