Ancient Greek
1.49
Pseudo-Galen, Definitiones Medicae 1.49
Not analysed yet
Καρδία ἐστὶ νευρώδης καὶ μυώδης καὶ φλεβώδης, ἔχουσα καὶ ἀρτηρίας. κωνοειδὴς τῷ σχήματι, ὑποπίμελος, ἐξ ἧς ἐκπεφύκασιν ἀρτηρίαι καὶ φλέβες δι’ ὧν ἐπιπέμπεται αἷμα καὶ πνεῦμα. ἄλλως. καρδία ἐστὶ μυώδης, ἔχουσα σχῆμα κωνοειδὲς καὶ δύο κοιλίας ἐν αἷς γεννᾶται τὸ ἔμφυτον θερμὸν καὶ τὸ ζωτικὸν πνεῦμα. ἐξ ἧς ἐκπεφύκασιν ἀρτηρίαι καὶ φλέβες ἐκφύονται. δι’ ὧν χορηγεῖται τῷ παντὶ σώματι ὅ τε ζωτικὸς γόνος καὶ ἡ ἔμφυτος θερμασία.