Ancient Greek
1.60
Pseudo-Galen, Definitiones Medicae 1.60
Not analysed yet
Μήτρα ἐστὶν ἔξωθεν μὲν νευρώδης, ἐν δὲ τῷ ἔνδοθεν σαρκωδεστέρα, ἀγγεῖον κυητήριον. ταύτῃ καὶ ἡ ὑστέρα ὀνομάζεται, ὅτι ὑστάτη τῶν ἁπάντων μερῶν ἐστι. ἄλλως. μήτρα ἐστὶν καὶ ἡ ὑστέρα λεγομένη. καὶ μήτρα μὲν λέγεται διὰ τὸ εἶναι μητέρα πάντων τῶν βρεφῶν. ὑστέρα δὲ λέγεται διὰ τὸ ὕστερον τῶν μορίων κεῖσθαι αὐτήν. πόσας ἐνεργείας ἔχει μήτρα ἐν ταῖς συνουσίαις; τέσσαρας. ἑλκτικὴν, καθεκτικὴν, ἀλλοιωτικὴν καὶ ἀποκριτικήν.