Ancient Greek · ~2 min
Section 28
pseudo-Hippocrates, Ἑρμηνεία περὶ ἐνεργῶν λίθων 28
Not analysed yet
Λίθος γαλακτίτης, ὁ καὶ ἀνακτίτης καὶ ἄνθεος λέγεται. Οὗτος φορούμενος καὶ ὁμιλῶν τοῖς ἐχθροῖς λήθην λαμβάνοντες τῶν κακῶν καὶ φίλοι ἀποκαθίστανται. Τριβόμενος καὶ ῥαινόμενος ἐν ποιμνίῳ πολὺ γάλα ἐργάζεται, καὶ γυναιξὶν ὁμοίως. Πάλιν ὁ βαστάζων αὐτὸν καὶ βασιλεῖς αἰδοῦνται (f. 343 v.) καὶ δικασταὶ καὶ δῆμοι, καὶ ἁπλῶς ἡδὺς καὶ περίδοξος τοῖς πᾶσι δοκεῖ. Ἁρμόζει δὲ καὶ πρὸς ῥεύματα ὀφθαλμῶν.