Ancient Greek · ~1 min
Section 30
pseudo-Hippocrates, Ἑρμηνεία περὶ ἐνεργῶν λίθων 30
Not analysed yet
Λίθος ἐλαφοκερατίτης, ὃς ὁμοιοῦται ἐλάφου κέρατι· τριβόμενος δὲ καὶ σὺν ἐλαίῳ χρισθεὶς φαλακρὸν κομήτην ἐργάζεται. Τριβόμενος καὶ κατ’ ἀμφοτέρων πινόμενος ὀνομάτων ἔρωτα κατ’ ἀλλήλων ποιεῖ, καὶ ἠγαπημένος διατηρεῖ μέχρι γήρως.