Ancient Greek · ~1 min
Section 37
pseudo-Hippocrates, Ἑρμηνεία περὶ ἐνεργῶν λίθων 37
Not analysed yet
Λίθος ὁ σίδηρίτης τριβόμενος καὶ ἐπιπασσόμενος ἑρπετῶν δήγματα ὀνίνησι. Φασὶ δέ τινες 〈ὅτι〉 ὁ φορῶν αὐτὸν κἂν πάντα τὰ ἑρπετὰ καὶ τὰ θηρία κατ’ αὐτοῦ κινήσουσιν, ἀβλαβὴς μένει. Φασὶν δὲ καὶ 〈ὅτι〉 πινόμενος οὗτος μαντικὸν τὸν ἄνθρωπον ἐργάζεται· περιδεσμούμενος δὲ στεῖραν γυναῖκα παιδοτόκον ποιεῖ.