Ancient Greek
170
Pseudo-Justinus Martyr, De Monarchia 170
Unproofread scanNot analysed yet
συζυγίας κοινωνίαν, καὶ προσάψαι ἑαυτὸν συνέσει εἰς σωτηρίαν, αἱρεῖσθαί τε τὴν τῶν κρεισσόνων ἐκλογὴν, κατὰ τὸ ἑπ´ ἀνθρώπῳ κείμενον αὐτεξούσιον, μὴ τοὺς ἀνθρωποπαθεῖς ἡγουμένους τῶν ὅλων δεσπότας, ὅπου γε οὐδὲ ἀνθρώποις ἴσην ἔχοντες φανήσονται. Παρ´ Ὁμήρῳ γὰρ ὁ μὲν Δημόδοκος αὐτοδίδακτος φησὶν εἶναι, Θεὸς δέ μοι ἔμβαλεν οἴμους, θνητὸς ὥν. Ἀσκληπιὸς καὶ Ἀπόλλων παρὰ Χείρωνι τῷ κενταύρῳ ἰᾶσθαι διδάσκονται, τὸ καινότατον παρὰ ἀνθρώπῳ θεοί. Τί γὰρ δίειμι περὶ Διονύσου, ὃν μαινόμενόν φησιν ὁ ποιητής· ἢ Ἡρακλέους, ὃν καὶ αὐτὸν σχέτλιον λέγει; Τί δέ μοι ἀναγορεύειν Ἄρη καὶ Ἀφροδίτην τοὺς τῆς μοιχείας ἀρχηγοὺς, καὶ ἐξάπάντων τούτων κρίσιν ἐπάγειν τοῖς δεικνυμένοις; Εἰ γάρ τις, μὴ μαθὼν, τὰς περὶ τὰ λεγόμενα θεῖα πράξεις μιμήσαιτο, κᾶν ἐπὶ τῶν κιβδήλων ἀλλότριος βίου καὶ ἀνθρωπότητος λογισθείη· γνοὺς δέ τις, εὕλογον ἕξει τὴν τῶν τιμωριῶν ἀποφυγὴν, οὐ παρανομίαν δεικνύων τὴν τῶν θεϊκῶν τολμημάτων μίμησιν. Εἰ δ´ ἄρα τις τοῖς ἔργοις ἐπιμέμψαιτο, ἀνελεῖ καὶ τὰ ἐκ τούτων γνωσθέντα ὀνόματα. καὶ μηδὲ πιθανωμέναις καὶ στωμύλοις ῥήσεσιν ἐπισκεπάσει αὐτοῖς. Ἀσπάζεσθαι δὲ χρὴ τὸ ἀληθινὸν καὶ ἄτρεπτον ὄνομα, οὐχὶ διὰ τῆς ἐμῆς φωνῆς μόνον, ἀλλὰ καὶ διὰ τῶν εἰσαγαγόντων ἡμᾶς εἰς τὴν ἀρχὴν τῆς παιδείας κηρυσσόμενον, ἵνα μὴ ἀργῶς τελειώσαντες τὸν ἐνταῦθα τοῦ ζῇν χρόνον, οὐ μόνον ὡς ἀγνῶτες τῆς οὐρανίου δόξης, ἀλλὰ καὶ ὡς ἀχάριστοι τῷ κριτῇ τὰς εὐθύνας παρέξωμεν.