Ancient Greek
794
Pseudo-Justinus Martyr, De Resurrectione 794
Unproofread scanNot analysed yet
τὸ περὶ αὐτοῦ οὐ φορτικόν. Κατ´ ἐξουσίαν γὰρ φερόμενος, εἰκότως οὐδὲ τὰς ἀποδείξεις τῶν λεγομένων ἀπαιτεῖσθαι θέλει· ὅτι μηδέ εἰσιν ἄλλαι πάρεξ αὐτῆς τῆς ἀληθείας, ὅπερ ἐστὶν ὁ Θεός. Πᾶσα γὰρ ἀπόδειξις ἰσχυροτέρα καὶ πιστοτέρα τοῦ ἀποδεικνυμένου τυγχάνει· εἴγε τὸ πρότερον ἀπιστούμενον πρινὴ τὴν ἀπόδειξιν ἐλθεῖν, ταύτης κομισθείσης, ἔτυχε πίστεως, καὶ τοιοῦτον ἐφάνη, ὁποῖον ἐλέγετο. Τῆς δὲ ἀληθείας ἰσχυρότερον οὐδὲν οὐδὲ πιστότερον· ὥστε ὁ περὶ ταύτης ἀπόδειξιν αἰτῶν ὅμοιός ἐστι τῷ τὰ φαινόμενα ταῖς αἰσθήσεσι λόγοις θέλοντι ἀποδείκνυσθαι, διότι φαίνεται. Τῶν γὰρ διὰ τοῦ λόγου λαμβανομένων κριτήριόν ἐστιν ἡ αἴσθησις· αὐτῆς δὲ κριτήριον οὐκ ἔστι πλὴν αὐτῆς. Ὡσπερ οὖν τὰ διὰ τοῦ λόγου θηρώμενα, ἀπάγοντες ἐπὶ τὴν αἴσθησιν, ταύτῃ κρίνομεν ὁποῖά ποτε ὄντα τυγχάνει, εἴτε καὶ ἀληθὴ εἴτε καὶ ψευδῆ τὰ λεγόμενα, οὐκ ἔτι δὲ κρίνομεν πιστεύοντες αὐτῇ· οὕτω καὶ τοὺς ἀνθρωπίνους καὶ κοσμικοὺς λόγους ἀναπέμπομεν ἐπὶ τὴν ἀλήθειαν, καὶ ταύτῃ κρίνομεν, εἴτε φαῦλοι εἴτε καὶ μὴ τυγχάνουσιν ὄντες. Τοὺς δὲ τῆς ἀληθείας οὐδενὶ κρίνομεν ἑτέρῳ, πιστεύοντες αὐτῇ. Ἔστι δὲ ἁλήθεια ὁ Θεὸς ὁ Πατὴρ τῶν ὅλων, ὅς ἐστι νοῦς τέλειος. Οὗ γενόμενος Υἱὸς ὁ Λόγος, ἦλθεν εἰς ἡμᾶς, σάρκα φορέσας, ἑαυτόν ἴτε καὶ τὸν Πατέρα μηνύων, διδοὺς ἡμῖν ἐν ἑαυτῷ τὴν ἐκ νεκρῶν ἀνάστασιν, καὶ τὴν μετὰ ταῦτα ζωὴν αἰώνιον. Ἔστι δὲ οὗτος Ἰησοῦς Χριστὸς ὁ Σωτὴρ ἡμῶν καὶ Δεσπότης. Οὗτος τοίνυν αὐτός ἐστιν ἑαυτοῦ τε καὶ τῶν ὅλων ἁπάντων πίστις τε καὶ ἀπόδειξις. Διόπερ οἱ τούτῳ κατακολουθοῦντες, γνόντες αὐτὸν, τὴν εἰς αὐτὸν πίστιν ὡς ἀπόδειξιν ἔχοντες, ἀναπαύσονται ἐν αὐτῶ. Ἐπειδὴ δὲ πολλοὺς ὁ ἀντικείμενος πολεμῶν οὐ παύεται, πολλαῖς δὲ καὶ ποικίλαις μεθόδοις πρὸς ἐπιβουλὴν χρῆται, πρὸς μὲν τοὺς πεπιστευκότας, ἵνα τούτους τῆς πίστεως ἀπαγάγῃ, πρὸς δὲ τοὺς ἀπίστους ἔτι, ἵνα μὴ πιστεύσωσιν· ἀναγκαῖον εἶναί μοι δοκεῖ, καὶ ἡμᾶς, καθωπλισμένους τοῖς τῆς πίστεως λόγοις ἀτρώτοις οὖσιν, ἀντιπολεμεῖν αὐτῷ διὰ τοὺς ἀσθενεῖς. Φασὶν οἱ τὰ χείρονα λέγοντες, οὐκεῖναι τῆς σαρκὸς ἀνάστασιν· ἀδύνατον γὰρ εἶναι τὴν φθειρομένην καὶ διαλυομένην, ταύτην συναχθῆναι εἰς τὸ αὐτό. Πρὸς γὰρ τὸ ἀδύνατον καὶ ἀσύμφορον φασιν ὑπάρχειν τὴν ταύτης σωτηρίαν, καὶ κακίζουσιν αὐτὴν, τὰ ἐλαττώματα προφέροντες, καὶ αὐτὴν μόνην τῶν ἀμαρτημάτων αἰτίαν ἀποφαίνονται, ὥστε, εἰ μέλλει, φασὶ, σὰρξ ἀνίστασθαι, καὶ τὰ ἐλαττώματα συναναστήσεται. Καὶ