Ancient Greek
799
Pseudo-Justinus Martyr, De Resurrectione 799
Unproofread scanNot analysed yet
πάλιν καὶ τὴν αὐτὴν θέσιν καὶ τάξιν λαβουσῶν, ποιῆσαι ὃ πρότερον ἐγεγόνει ἐξ αὐτῶν σῶμα, καὶ ὅμοιον· ὥσπερ εἴ τις ψηφοθέτης ἐκ ψήφων ποιήσει ζώου μορφὴν, ἔπειτα τούτων ἀπὸ χρόνου διαλυθέντων, ἢ ὑπ´ αὐτοῦ τοῦ ποιήσαντος, τὰς αὐτὰς ἔχων ψήφους ἐσκορπισμένας συναγάγῃ, οὐκ ἀδυνατήσει συλλέξας αὐτὰς, καὶ διαθεὶς ὁμοίως, ποιῆσαι τὸ αὐτὸ εἶδος τοῦ ζώου. Ὁ δὲ Θεὸς ἀναλυθέντα τὰ μέλη τῆς σαρκὸς ἀπ´ ἀλλήλων οὐ δυνήσεται πάλιν συνάγων ποιῆσαι τὸ αὐτὸ τῷ πρότερον γεγονότι ὑπ´ αὐτοῦ σώματι; Ἀλλὰ γὰρ ὁ μὲν περὶ τοῦ δυνατὴν εἶναι τὴν τῆς σαρκὸς ανάστασιν ἱκανὸς ἀποδέδεικταί μοι λόγος κατὰ τοὺς ἐθνικούς. Εἰ δὲ κατὰ τοὺς ἀπίστους οὐχ εὑρίσκεται ἀδύνατος ἡ ἀνάστασις τῆς σαρκὸς, πόσῳ μᾶλλον κατὰ τοὺς πιστούς; Ἐξῆς δὲ λεκτέον πρὸς τοὺς ἀτιμάζοντας τὴν σάρκα, καὶ φάσκοντας μὴ ἀξίαν εἶναι τῆς ἀναστάσεως. μηδὲ τῆς οὐρανίου ποαυ λιτείας· ὅτι πρῶτον αὐτῆς ἐστιν ἡ οὐσία γῆ. μετέπειτα καὶ μεστὴ γέγονε πάσης ἁμαρτίας, ὥστε καὶ τὴν ψυχὴν ἀναγκάσαι συναμαρτάνειν. Ἐοίκασι δὲ οὗτοι τὴν ὅλην τοῦ Θεοῦ πραγματείαν ἀγνοεῖν, καὶ τὴν ἐξ ἀρχῆς γένεσιν τοῦ ἀνθρώπου καὶ πλάσιν. καὶ τὰ ἐν κόσμῳ ὧν ἕνεκα γέγονεν. Ἠ γὰρ οὕ φησιν ὁ Λόγος· Ποιήσωμεν ἄνθρωπον κατ´ εἰκόνα ἡμετέραν καὶ καθ´ ὁμοίωσιν; Ποῖον· Δηλονότι σαρκικὸν λέγει ἄνθρωπον. Φησὶ γὰρ ὁ Λόγος· Καὶ ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γὴς, καὶ ἔπλασε τὸν ἄνθρωπον. Δῆλον οὖν, ὡς, κατ´ εἰκόνα Θεοῦ πλασσόμενος ὁ ἄνθρωπος, ἧν σαρκικός. Εἶτα πῶς οὐκ ἄτοπον, τὴν ὑπὸ Θεοῦ σάρκα πλασθεῖσαν κατ´ εἰκόνα τὴν ἑαυτοῦ φάσκειν ἄτιμον εἶναι, καὶ οὐδενὸς ἀξίαν· Ὅτι δὲ τίμιον κτῆμα ἡ σὰρξ παρὰ Θεῷ, δῆλον, πρῶτον μὲν ἐκ τοῦ πρὸς αὐτοῦ πεπλάσθαι, εἴγε καὶ εἰκὼν τῷ πλάστῃ καὶ ζωγράφῳ τιμία γινομένη· καὶ ἐκ τῆς λοιπῆς δὲ κοσμοποιίας μαθεῖν πάρεστιν. Ὁ γὰρ ἕνεκεν γέγονε τὰ λοιπὰ, τοῦτο πάντων τῷ ποιήσαντι τιμιώτατον. Ναὶ, φασίν· ἀλλ´ ἁμαρτωλὸς ἡ σὰρξ, ὥστε καὶ τὴν ψυχὴν ἀναγκάζειν συναμαρτάνειν, μάτην κατηγοροῦντες αὐτῆς, καὶ τὰ τῶν ἀμφοτέρων ἀμαρτήματα μόνῃ περιτιθέντες. Ποῦ γὰρ καθ´ ἑαυτὴν ἡσὰρξάμαρτῆσαι δυνήσεται, ἐὰν μὴ τὴν ψυχήν ἔχῃ προηγουμένην καὶ προκαλουμένην αὐτήν; Ὧσπερ γὰρ ζεῦγος βοῶν λυθέντων ἀπ´ ἀλλήλων τοῦ ζυγοῦ, οὐδέτερος αὐτῶν κατ´ ἰδίαν ἀροῦν δύναται· οὕτως οὐδὲ ψυχὴ καὶ σῶμα, λυθέντα τῆς συζυγίας, καθ´ ἑαυτὰ ποιῆσαί τι δύναται. Εἰ δὲ καὶ ἡ σὰρξ ἀμαρτωλὸς, μόνης ταύτης ἕνεκεν ἦλθεν ὁ Σωτὴρ, καθώς φησιν· Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς. Ἐπειδὴ οὖν τιμία παρὰ Θεῷ, καὶ ἔνδοξος παρὰ πάντα τὰ